[95] νόμῳ δ᾽ ἑτέρῳ ἀπέλυε μὴ εἶναι πολέμιον Δολοβέλλαν, καὶ εἶναι φόνου δίκας ἐπὶ Καίσαρι. καὶ εὐθὺς ἦσαν γραφαί, τῶν φίλων τοῦ Καίσαρος γραφομένων τοὺς μὲν αὐτόχειρας, τοὺς δὲ συνεγνωκέναι μόνον. καὶ γὰρ τοῦτο ἐνίοις ἐπεγράφη, καί τισιν οὐδ᾽ ἐπιδημήσασιν, ὅτε ὁ Καῖσαρ ἐκτείνετο. πᾶσι δ᾽ ὁρισθείσης ὑπὸ κηρύγματι μιᾶς ἡμέρας ἐς κρίσιν, ἐρήμην ἅπαντες ἑάλωσαν, ἐφορῶντος τὰ δικαστήρια τοῦ Καίσαρος καὶ τῶν δικαστῶν οὐδενὸς τὴν ἀπολύουσαν φέροντος πλὴν ἑνὸς ἀνδρὸς τῶν ἐπιφανῶν, ὃς τότε μὲν οὐδ᾽ αὐτός τι ἔπαθε, μικρὸν δ᾽ ὕστερον ἐπὶ θανάτῳ μετὰ τῶν ἄλλων καὶ ὅδε προυγράφη. ἔδοξε δὲ ταῖσδε ταῖς ἡμέραις Κόιντος Γάλλιος, ἀδελφὸς Μάρκου Γαλλίου συνόντος Ἀντωνίῳ, τὴν πολιτικὴν στρατηγίαν ἄρχων, αἰτῆσαι παρὰ Καίσαρος τὴν στρατηγίαν τῆς Λιβύης, καὶ οὕτω τυχὼν ἐπιβουλεῦσαι τῷ Καίσαρι: καὶ αὐτοῦ τὴν μὲν στρατηγίαν περιεῖλον οἱ σύναρχοι, τὴν δ᾽ οἰκίαν διήρπασεν ὁ δῆμος, ἡ δὲ βουλὴ κατεγίνωσκε θάνατον. ὁ δὲ Καῖσαρ ἐς τὸν ἀδελφὸν ἐκέλευσε χωρεῖν, καὶ δοκεῖ νεὼς ἐπιβὰς οὐδαμοῦ ἔτι φανῆναι.
[96] τοσάδε πράξας ὁ Καῖσαρ ἐπενόει μὲν τὰς ἐς τὸν Ἀντώνιον διαλύσεις, πυνθανόμενος ἤδη τοῖς ἀμφὶ τὸν Βροῦτον εἴκοσι συνῆχθαι τέλη στρατοῦ, καὶ χρῄζων ἐπ᾽ αὐτὰ Ἀντωνίου, ἐξῄει δὲ τῆς πόλεως ἐπὶ τὸν Ἰόνιον καὶ σχολαίως ἀνεζεύγνυε, τὰ παρὰ τῆς βουλῆς ἐπιμένων: Πέδιος γὰρ αὐτὴν ἀποστάντος τοῦ Καίσαρος ἔπειθε τὰ ἐς ἀλλήλους μὴ δυσίατα ποιουμένους συναλλαγῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ. οἱ δὲ προεώρων μὲν ὅτι μὴ σφίσι μηδ᾽ ὑπὲρ τῆς πατρίδος εἰσὶν αἱ διαλλαγαί, ἀλλ᾽ ἐς συμμαχίαν Καίσαρι κατὰ Κασσίου τε καὶ Βρούτου, ἐπῄνουν δ᾽ ὅμως καὶ συνετίθεντο ὑπ᾽ ἀνάγκης. καὶ τὰ πολέμια δόγματα Ἀντωνίου τε καὶ Λεπίδου καὶ τῶν ὑπ᾽ αὐτοῖς στρατῶν κατελύετο, εἰρηναῖα δὲ ἕτερα αὐτοῖς ἐπέμπετο. καὶ ὁ Καῖσαρ αὐτοῖς συνήδετο γράφων, Ἀντωνίῳ δὲ καὶ βοηθὸς ἐπὶ Δέκμου ὑπισχνεῖτο ἥξειν, εἰ δέοιτο. οἱ δὲ ἀντεφιλοφρονοῦντο μὲν αὐτὸν ἄφνω καὶ ἐπῄνουν, ὁ δ᾽ Ἀντώνιος ἔγραφεν αὐτὸς ἀποτίσεσθαι Δέκμον τε ὑπὲρ Καίσαρος καὶ Πλάγκον ὑπὲρ ἑαυτοῦ καὶ συμμίξειν Καίσαρι.
[97] τοσάδε μὲν ἀλλήλοις ἐπέστειλαν, διώκοντι δὲ τῷ Ἀντωνίῳ Δέκμον προσγίγνεται Πολλίων Ἀσίνιος ἄγων δύο τέλη. καὶ Πλάγκῳ μὲν Ἀσίνιος ἔπραξε διαλλαγάς, καὶ ὁ Πλάγκος σὺν τρισὶ τέλεσι μεθίστατο ἐς τὸν Ἀτώνιον, ὥστε ἤδη βαρυτάτης δυνάμεως ἦρχεν ὁ Ἀντώνιος: Δέκμῳ δὲ ἦν τέλη δέκα, ὧν τέσσαρα μὲν τὰ ἐμπειροπολεμώτατα ὑπὸ λιμοῦ διέφθαρτο καὶ ἐνόσει ἔτι, τὰ νεοστράτευτα δὲ ἦν ἕξ, ἀταλαίπωρα ἔτι καὶ πόνων ἄπειρα. ἀπογνοὺς οὖν μάχεσθαι, φεύγειν ἔκρινε πρὸς Βροῦτον ἐς Μακεδονίαν. ἔφευγε δ᾽ οὐκ ἐπὶ τάδε τῶν Ἄλπεων, ἀλλ᾽ ἐς Ῥάβενναν ἢ Ἀκυληίαν. ἐπεὶ δὲ Καῖσαρ ὥδευε ταύτῃ, ἄλλην μακροτέραν ὁδὸν καὶ δύσπορον ἐπενόει, τόν τε Ῥῆνον περᾶσαι καὶ τὰ ἀγριώτερα τῶν βαρβάρων ὑπερελθεῖν: ὅθεν αὐτὸν ὑπό τε τῆς ἀπορίας καὶ τοῦ καμάτου πρῶτοι μὲν οἱ νεοστράτευτοι καταλιπόντες ἐς Καίσαρα ἐχώρουν, ἐπὶ δὲ ἐκείνοις καὶ τὰ ἀρχαιότερα τέσσαρα ἐς Ἀντώνιον καὶ ὁ ἄλλος ὅμιλος ἤδη χωρὶς τῶν σωματοφυλάκων ἱππέων Κελτῶν. ὁ δὲ καὶ τούτων τοῖς ἐθέλουσιν ἐπιτρέψας ἐς τὰ οἰκεῖα σφῶν ἀφίστασθαι καὶ διαδοὺς ἐκ τοῦ παρόντος ἔτι χρυσίου, μετὰ τριακοσίων τῶν παραμεινάντων μόνων ἐπὶ τὸν Ῥῆνον ἐφέρετο. δυσπόρου δ᾽ ὄντος αὐτοῦ περᾶν σὺν ὀλίγοις, ἀπελείφθη καὶ ὑπὸ τῶνδε πλὴν δέκα μόνων. ἤλλαξε δὲ τὴν ἐσθῆτα ἐς τὸ Κελτικόν, ἐξεπιστάμενος ἅμα καὶ τὴν φωνήν, καὶ διεδίδρασκε σὺν ἐκείνοις οἷά τις Κελτός, οὐ τὴν μακροτέραν ἔτι περιιών, ἀλλὰ ἐπὶ Ἀκυληίας, λήσεσθαι νομίζων διὰ τὴν ὀλιγότητα.
[98] ἁλοὺς δὲ ὑπὸ λῃστῶν καὶ δεθείς, ἤρετο μὲν ὅτου Κελτῶν δυνάστου τὸ ἔθνος εἴη, μαθὼν δ᾽ ὅτι Καμίλου, πολλὰ πεποιηκὼς εὖ τὸν Κάμιλον, ἄγειν αὑτὸν αὐτοῖς ἐς τὸν Κάμιλον ἐκέλευεν. ὁ δὲ ἀχθέντα ἰδὼν ἐφιλοφρονεῖτο μὲν ἐς τὸ φανερὸν καὶ τοῖς δήσασιν ἐπεμέμφετο ὑπ᾽ ἀγνοίας ἐνυβρίσασιν ἀνδρὶ τοσῷδε, κρύφα δ᾽ ἐπέστελλεν Ἀντωνίῳ. καὶ ὁ Ἀντώνιός τι παθὼν ἐπὶ τῇ μεταβολῇ οὐχ ὑπέστη τὸν ἄνδρα ἰδεῖν, ἀλλ᾽ ἐκέλευσε τῷ Καμίλῳ κτείναντα τὴν κεφαλὴν ἐς αὑτὸν ἐκπέμψαι: καὶ τὴν κεφαλὴν ἰδὼν ἐκέλευσε τοῖς παροῦσι θάψαι. τοῦτο Δέκμῳ τέλος ἦν, ἱππάρχῃ τε Καίσαρος γενομένῳ καὶ ἄρξαντι τῆς παλαιᾶς Κελτικῆς ὑπ᾽ ἐκείνῳ καὶ ἐς τὸ μέλλον ἔτος ὑπατεύειν ὑπ᾽ αὐτοῦ κεχειροτονημένῳ καὶ τῆς ἑτέρας Κελτικῆς ἄρχειν. καὶ δεύτερος τῶν σφαγέων οὗτος ἐπὶ Τρεβωνίῳ δίκην ἐδίδου μετ᾽ ἐνιαυτόν που καὶ ἥμισυ τῆς ἀναιρέσεως. τῷ δ᾽ αὐτῷ χρόνῳ καὶ Μινούκιος Βάσιλος, σφαγεὺς καὶ ὅδε Καίσαρος, ὑπὸ τῶν θεραπόντων ἀνῃρέθη, εὐνουχίζων τινὰς αὐτῶν ἐπὶ τιμωρίᾳ.