previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[45] Ἰόβα δ᾽ ἐπιόντος δόξα ψευδὴς προεπήδησεν, ἀμφὶ τὸν Βαγράδαν ποταμὸν οὐ πολὺ διεστῶτα ὑπεστροφέναι τὸν Ἰόβαν, πορθουμένης αὐτῷ τῆς ἀρχῆς ὑπὸ τῶν γειτόνων, Σαβούρραν στρατηγὸν σὺν ὀλίγοις ἐπὶ τοῦ ποταμοῦ καταλιπόντα. καὶ τῷδε τῷ λόγῳ πίσυνος Κουρίων θέρους θερμοῦ περὶ τρίτην ὥραν ἡμέρας ἦγε τὸ κράτιστον τῆς στρατιᾶς ἐπὶ τὸν Σαβούρραν, ὁδὸν ψαμμώδη καὶ ἄνυδρον: εἰ γάρ τι καὶ νᾶμα χειμέριον ἦν, ἐξήραντο ὑπὸ τῆς φλογὸς τοῦ ἡλίου, καὶ ποταμὸς ὑπό τε Σαβούρρα καὶ ὑπ᾽ αὐτοῦ παρόντος κατείχετο τοῦ βασιλέως. σφαλεὶς οὖν τῆς ἐλπίδος Κουρίων ἐς λόφους ἀνέδραμεν ὑπό τε καμάτου καὶ πνίγους καὶ δίψης ἐνοχλούμενος. ὡς δὲ αὐτὸν κατεῖδον οὕτως ἔχοντα οἱ πολέμιοι, τὸν ποταμὸν ἐπέρων ἐς μάχην ἐσκευασμένοι: καὶ Κουρίων κατέβαινεν ἀφρόνως μάλα καὶ καταφρονητικῶς, ἀσθενῆ τὸν στρατὸν ἄγων. κυκλωσαμένων δ᾽ αὐτὸν τῶν Νομάδων ἱππέων ἐπὶ μέν τινα χρόνον ὑπεχώρει καὶ ἐς βραχὺ συνεστέλλετο, ἐνοχλούμενος δὲ ἀνέφευγεν αὖθις ἐς τοὺς λόφους. Ἀσίνιος μὲν δὴ Πολλίων ἀρχομένου τοῦ κακοῦ διέφυγεν ἐπὶ τὸ ἐν Ἰτύκῃ στρατόπεδον σὺν ὀλίγοις, μή τις ἐξ Οὐάρου γένοιτο πρὸς τὴν δόξαν τῆς ἐνταῦθα κακοπραγίας ἐπίθεσις: Κουρίων δὲ φιλοκινδύνως μαχόμενος σὺν ἅπασι τοῖς παροῦσιν ἔπεσεν, ὡς ἐπὶ τῷ Πολλίωνι μηδένα ἄλλον ἐπανελθεῖν ἐς Ἰτύκην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: