[14] ὁ δὲ καὶ τὴν ἀποδημίαν οἱ χρόνιον ὁρῶν ἐσομένην καὶ τὸν φθόνον ὡς ἐπὶ μεγίστοις δὴ τοῖς δεδομένοις μείζονα, Πομπηίῳ μὲν ἐζεύγνυ τὴν θυγατέρα, καίπερ ἐνηγγυημένην Καιπίωνι, δεδιώς, μὴ καὶ φίλος ὢν ἐπιφθονήσειε τῷ μεγέθει τῆς εὐδαιμονίας, τοὺς δὲ θρασυτάτους τῶν στασιωτῶν ἐπὶ τὰς ἀρχὰς τοῦ μέλλοντος ἔτους παρῆγε. καὶ ὕπατον μὲν ἀπέφηνεν Αὖλον Γαβίνιον, φίλον ἑαυτοῦ: Λευκίου δὲ Πείσωνος τοῦ σὺν αὐτῷ μέλλοντος ὑπατεύσειν τὴν θυγατέρα Καλπουρνίαν αὐτὸς ἤγετο, βοῶντος Κάτωνος διαμαστροπεύεσθαι γάμοις τὴν ἡγεμονίαν. δημάρχους δὲ ᾑρεῖτο Οὐατίνιόν τε καὶ Κλώδιον τὸν Καλὸν ἐπίκλην, ὅν τινα αἰσχρὰν ἐν ἱερουργίᾳ γυναικῶν ποτε λαβόντα ὑπόνοιαν ἐπὶ Ἰουλίᾳ τῇ Καίσαρος αὐτοῦ γυναικὶ ὁ μὲν Καῖσαρ οὐκ ἔκρινεν, ὑπεραρέσκοντα τῷ δήμῳ, καίπερ ἀποπεμψάμενος τῆν γυναῖκα, ἕτεροι δὲ διὰ τὴν ἱερουργίαν ἐς ἀσέβειαν ἐδίωκον, καὶ συνηγόρευε τοῖς διώκουσι Κικέρων. καὶ κληθεὶς ἐς μαρτυρίαν ὁ Καῖσαρ οὐ κατεῖπεν, ἀλλὰ τότε καὶ δήμαρχον ἐς ἐπιβουλὴν τοῦ Κικέρωνος ἀπέφηνε, διαβάλλοντος ἤδη τὴν συμφροσύνην τῶν τριῶν ἀνδρῶν ἐς μοναρχίαν. οὕτω καὶ λύπης ἐκράτουν ὑπὸ χρείας καὶ τὸν ἐχθρὸν εὐηργέτουν ἐς ἄμυναν ἑτέρου. δοκεῖ δὲ καὶ ὁ Κλώδιος ἀμείψασθαι πρότερος τὸν Καίσαρα καὶ συλλαβεῖν ἐς τὴν τῆς Γαλατίας ἀρχήν.