[42] οὕτω κρατυνάμενος ὁ Καῖσαρ ἄβατον Πομπηίῳ γενέσθαι τὴν Ἰταλίαν ἐς Ἰβηρίαν ᾔει, ἔνθα Πετρηίῳ καὶ Ἀφρανίῳ τοῖς Πομπηίου στρατηγοῖς συμβαλὼν ἧττον αὐτῶν ἐφέρετο τά γε πρῶτα, μετὰ δὲ ἀγχωμάλως ἀλλήλοις ἐπολέμουν ἀμφὶ πόλιν Ἰλέρτην. καὶ στρατοπεδεύων ὁ Καῖσαρ ἐπὶ κρημνῶν ἐσιτολόγει διὰ γεφύρας τοῦ Σικόριος ποταμοῦ. χειμάρρου δ᾽ ἄφνω τὴν γέφυραν καταβαλόντος, ἀνδρῶν τε πλῆθος ἀποληφθὲν ἐν τῇ περαίᾳ διέφθειραν οἱ περὶ τὸν Πετρήιον, καὶ ὁ Καῖσαρ αὐτὸς ἐμόχθει μετὰ τοῦ ἄλλου στρατοῦ πάνυ καρτερῶς ὑπό τε δυσχωρίας καὶ ὑπὸ λιμοῦ καὶ χειμῶνος ἤδη καὶ πολεμίων: οὐδέν τε ἀλλ᾽ ἢ πολιορκίας ἔργον ἦν, μέχρι θέρους ἐπελθόντος ὁ μὲν Ἀφράνιος καὶ ὁ Πετρήιος ἐς τὴν ἐντὸς Ἰβηρίαν ἐχώρουν ἕτερον στρατὸν ἀθροίσοντες. καὶ ὁ Καῖσαρ ἀεὶ προλαμβάνων διετάφρευε τὰς παρόδους καὶ ἐκώλυεν ἐς τὸ πρόσθεν ἰέναι καί τι καὶ μέρος αὐτῶν, προπεμπόμενον ἐς στρατοπέδου κατάληψιν, ἐκυκλώσατο. οἱ δὲ ἐπέθεσαν ταῖς κεφαλαῖς τὰς ἀσπίδας, ὅπερ ἐστὶ σύμβολον ἑαυτοὺς παραδιδόντων. καὶ ὁ Καῖσαρ οὔτε συνέλαβεν οὔτε κατηκόντισεν, ἀλλὰ μεθῆκεν ἀπαθεῖς ἐς τοὺς περὶ τὸν Ἀφράνιον ἀπιέναι, δημοκοπῶν ἐς τοὺς πολεμίους πανταχοῦ. ὅθεν ἐν ταῖς στρατοπεδείαις ἐπιμιξίαι τε εἰς ἀλλήλους ἐγίγνοντο συνεχεῖς καὶ λόγοι περὶ συμβάσεων κατὰ τὸ πλῆθος.