[68] οὕτω μὲν ἀλλήλοις ἐπῄεσαν διωργισμένοι τε καὶ φιλοτιμούμενοι, σφίσι μᾶλλον ἢ τοῖς στρατηγοῖς οἰκεῖον ἡγούμενοι τόδε ἔργον: ὑπὸ δὲ ἐμπειρίας οὔτε ἠλάλαξαν ὡς οὐκ ἐκπλήξοντες ἀλλήλους, οὔτε ἐν τῷ πόνῳ τις αὐτῶν ἀφῆκε φωνὴν οὔτε νικῶν οὔτε ἡσσώμενος. περιόδους δὲ οὐκ ἔχοντες οὔτε δρόμους ὡς ἐν ἕλεσι καὶ τάφροις, ἀραρότως συνίσταντο, καὶ οὐδέτεροι τοὺς ἑτέρους ὤσασθαι δυνάμενοι τοῖς ξίφεσιν ὡς ἐν πάλῃ συνεπλέκοντο. πληγή τε οὐδεμία ἦν ἀργός, ἀλλὰ τραύματα καὶ φόνοι καὶ στόνοι μόνον ἀντὶ βοῆς: ὅ τε πίπτων εὐθὺς ὑπεξεφέρετο, καὶ ἄλλος ἀντικαθίστατο. παραινέσεων δὲ ἢ ἐπικελεύσεων οὐκ ἐδέοντο, δι᾽ ἐμπειρίαν ἕκαστος ἑαυτοῦ στρατηγῶν. ὅτε δὲ καὶ κάμοιεν, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἐς ἀναπνοὴν ὀλίγον ἀλλήλων διίσταντο καὶ αὖθις συνεπλέκοντο. θάμβος τε ἦν τοῖς νεήλυσιν ἐπελθοῦσι, τοιάδε ἔργα σὺν εὐταξίᾳ καὶ σιωπῇ γιγνόμενα ἐφορῶσι.