[14] ἐφ᾽ οἷς αὐτὸν ἡ μήτηρ, ἐς ἡδονὴν ἐκ τοῦ δέους ὑπαχθεῖσα, ἠσπάζετο ὡς μόνον ἄξιον Καίσαρος καὶ λέγειν ἔτι ἐπισχοῦσα ἐπέσπερχεν ἐς τὰ ἐγνωσμένα σὺν τῇ τύχῃ. παρῄνει γε μὴν ἔτι τέχνῃ καὶ ἀνεξικακίᾳ μᾶλλον ἢ φανερᾷ θρασύτητί πω χρῆσθαι. καὶ ὁ Καῖσαρ ἐπαινέσας καὶ πράξειν ὑποσχόμενος οὕτως, αὐτίκα τῆς ἑσπέρας ἐς τοὺς φίλους περιέπεμπεν, ἐς ἕω συγκαλῶν ἕκαστον ἐς τὴν ἀγορὰν μετὰ πλήθους. ἔνθα Γάιον Ἀντώνιον τὸν ἀδελφὸν Ἀντωνίου, στρατηγοῦντα τῆς πόλεως, ὑπαντιάσας ἔφη δέχεσθαι τὴν θέσιν τοῦ Καίσαρος: ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς ἐπὶ μάρτυσι γίγνεσθαι τοῖς στρατηγοῖς. ἀπογραψαμένων δὲ τῶν δημοσίων τὸ ῥῆμα, εὐθὺς ἐκ τῆν ἀγορᾶς ἐς τὸν Ἀντώνιον ἐχώρει. ὁ δὲ ἦν ἐς κήποις, οὓς ὁ Καῖσαρ αὐτῷ δεδώρητο Πομπηίου γενομένους. διατριβῆς δὲ ἀμφὶ τὰς θύρας πλείονος γενομένης ὁ μὲν Καῖσαρ καὶ τάδε ἐς ὑποψίαν Ἀντωνίου τῆς ἀλλοτριώσεως ἐτίθετο, εἰσκληθέντος δέ ποτε ἦσαν προσαγορεύσεις τε καὶ περὶ ἀλλήλων πύσματα εἰκότα.
ὡς δὲ ἤδη λέγειν ἔδει περὶ ὧν ἦσαν ἐν χρείᾳ, ὁ Καῖσαρ εἶπεν: