[67] ἔπεμπον δ᾽ ὅμως ἐς τὸν Κάσσιον ἔτι πρεσβευτὴν Ἀρχέλαον, ὃς ἐν Ῥόδῳ τὰ Ἑλληνικὰ διδάσκαλος γεγένητο τῷ Κασσίῳ, δεησόμενον ἤδη τόνδε τοῦ Κασσίου λιπαρέστερον: καὶ ἐδεῖτο, τῆς δεξιᾶς λαβόμενος, ὡς γνωρίμου.
μὴ πόλιν ἀναστήσῃς Ἑλληνίδα φιλέλλην ἀνήρ, μὴ Ῥόδον φιλελεύθερος ἀνήρ: μηδὲ αἰσχύνῃς ἀξίωμα Δώριον, οὐχ ἡσσημένον, ἐξ οὗ γεγόναμεν, μηδὲ ἐκλάθῃ καλῆς ἱστορίας ἧς ἔμαθες ἐν Ῥόδῳ τε καὶ ἐν Ῥώμῃ, ἐν Ῥόδῳ μέν, ὅσα Ῥόδιοι κατὰ πόλεις καὶ πρὸς βασιλέας, ἄλλους τε καὶ τοὺς μάλιστα ἀμάχους δόξαντας εἶναι, Δημήτριον καὶ Μιθριδάτην, ὑπὲρ ἐλευθερίας ἔπραξαν, ὑπὲρ ἧς δὴ καὶ σὺ φῂς τάδε κάμνειν: ἐν Ῥώμῃ δέ, ὅσα ὑμῖν αὐτοῖς καθ᾽ ἑτέρων καὶ κατ᾽ Ἀντιόχου τοῦ μεγάλου συνεμαχήσαμεν, ὧν εἰσὶν ὑπὲρ ἡμῶν ἀνάγραπτοι στῆλαι παρ᾽ ὑμῖν.
τάδε μὲν δὴ καὶ γένους ἕνεκα καὶ ἀξιώσεως ἡμῶν καὶ τύχης ἐς τὸ νῦν ἀδουλώτου καὶ συμμαχίας καὶ προαιρέσεως ἐς ὑμᾶς, ὦ Ῥωμαῖοι, λελέχθω: