[86] ὁ δὲ Καῖσαρ ἐπελθὼν ῾ρηγίνοις μὲν καὶ Ἱππωνεῦσι μεγάλας πίστεις αὐτὸς ἔδωκεν ἀναλύσειν αὐτοὺς ἐκ τῶν ἐπινικίων ῾ἐδεδίει γὰρ ὄντας ἐπὶ τοῦ πορθμοῦ μάλιστἀ, καλοῦντος δ᾽ αὐτὸν Ἀντωνίου κατὰ σπουδὴν διέπλει πρὸς αὐτὸν ἐς τὸ Βρεντέσιον, ἐν ἀριστερᾷ ἔχων Σικελίαν καὶ Πομπήιον καὶ Σικελίαν ὑπερθέμενος ἐν τῷ τότε. Μοῦρκος δὲ ἐπιόντος τοῦ Καίσαρος, ἵνα μὴ ἐν μέσῳ γένηται Ἀντωνίου τε καὶ Καίσαρος, μικρὸν ἀναχωρήσας τοῦ Βρεντεσίου, τὰς ὁλκάδας ἐφύλασσεν ἐν τῷ πόρῳ τὸν στρατὸν ἐς Μακεδονίαν ἐκ τοῦ Βρεντεσίου διαφερούσας. αἱ δὲ προεπέμποντο μὲν ὑπὸ τριήρων, πνεύματος δὲ πολλοῦ κατὰ θεὸν οἰκείου γενομένου διέπτησαν ἀδεῶς, οὐδὲν τῶν προπομπῶν δεηθεῖσαι. καὶ ὁ Μοῦρκος ἀχθόμενος ὅμως ἐφήδρευεν ἐπανιούσαις κεναῖς. αἱ δὲ καὶ τότε, καὶ αὖθις ἕτερον στρατὸν ἄγουσαι, διέπλεον ἱστίοις στρογγύλοις, μέχρι πᾶς ὁ στρατὸς καὶ ἐπ᾽ αὐτῷ Καῖσάρ τε καὶ Ἀντώνιος διέπλευσαν. καὶ ὁ Μοῦρκος ὑπό του δαιμόνων βεβλάφθαι νομίζων, ὑπέμενεν ὅμως τὰς ἐκ τῆς Ἰταλίας αὐτοῖς διαπλεούσας παρασκευὰς ἢ τροφὰς ἢ τὸν ἐπισυλλεγόμενον στρατὸν βλάπτων, ὅσα δύναιτο. καὶ αὐτῷ Δομίτιος Ἀηνόβαρβος ὑπὸ τῶν ἀμφὶ τὸν Κάσσιον ἐς τὸ αὐτὸ ἔργον, ὡς χρησιμώτατον δή, μετὰ νεῶν ἄλλων πεντήκοντα καὶ τέλους ἑτέρου καὶ τοξοτῶν ἐπέμφθη: ὡς γὰρ οὐκ ἔχουσι τοῖς ἀμφὶ τὸν Καίσαρα τροφὰς δαψιλεῖς ἑτέρωθεν ἐδόκει τὰ ἐκ τῆς Ἰταλίας διακλείσειν.
οἱ μὲν δὴ ναυσί τε μακραῖς ἑκατὸν καὶ τριάκοντα καὶ ὑπηρετικαῖς πλέοσι καὶ στρατῷ πολλῷ διαπλέοντες ἠνώχλουν,