previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[47] Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. συναγαγὼν δ᾽ ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον: ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλ᾽ ἐς τὸν Καίσαρα μετελθοῦσιν. ἐπαινέσαντες δ᾽ ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου: στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: