previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10] ἐφ᾽ οἷς οἱ φίλοι ἐκ Ῥώμης ὑπετίθεντο ταῦτα, ὥστε οἱ μὲν ἐς φυλακὴν τοῦ σώματος αὐτὸν ἠξίουν ἐπὶ τὸν ἐν Μακεδονίᾳ στρατὸν καταφυγεῖν καί, ὅτε μάθοι μὴ κοινὸν εἶναι τὸ ἔργον, ἐπιθαρρήσαντα τοῖς ἐχθροῖς ἀμύνειν τῷ Καίσαρι: καὶ ἦσαν οἳ καὶ τῶν ἡγεμόνων αὐτὸν ἐλθόντα φυλάξειν ὑπεδέχοντο: δὲ μήτηρ καὶ Φίλιππος, ὃς εἶχεν αὐτήν, ἀπὸ Ῥώμης ἔγραφον μήτε ἐπαίρεσθαι μήτε θαρρεῖν πω μεμνημένον, οἷα Καῖσαρ παντὸς ἐχθροῦ κρατήσας ὑπὸ τῶν φιλτάτων μάλιστα πάθοι, τὰ δὲ ἰδιωτικώτερα ὡς ἐν τοῖς παροῦσιν ἀκινδυνότερα αἱρεῖσθαι μᾶλλον καὶ πρὸς σφᾶς ἐς Ῥώμην ἐπείγεσθαι φυλασσόμενον. οἷς Ὀκτάουιος ἐνδοὺς διὰ τὴν ἔτι ἄγνοιαν τῶν ἐπὶ τῷ θανάτῳ γενομένων, τοὺς ἡγεμόνας τοῦ στρατοῦ δεξιωσάμενος διέπλει τὸν Ἰόνιον, οὐκ ἐς τὸ Βρεντέσιον ῾οὔπω γάρ τινα τοῦ ἐκεῖθι στρατοῦ πεῖραν εἰληφὼς πάντα ἐφυλάσσετὀ, ἀλλ᾽ ἐς ἑτέραν οὐ μακρὰν ἀπὸ τοῦ Βρεντεσίου πόλιν, ἐκτὸς οὖσαν ὁδοῦ, ὄνομα Λουπίαι. ἐνταῦθα οὖν ἐνηυλίσατο διατρίβων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: