[70] σὺ δέ, εἰ μέν ποτε ἡμῖν περικτωμένοις τι συνεπράξατε, ὧν εὐεργεσίας καὶ μισθοὺς ἀντικεκόμισθέ που, καταλογίζῃ, ὅτι δὲ ἡμῖν ἐς τὴν ἐλευθερίαν καὶ σωτηρίαν ἀδικουμένοις οὐ συμμαχεῖτε, ἐπιλανθάνῃ: οὓς εἰκὸς ἦν, εἰ καὶ μηδὲν ἡμῖν ἐς ἀλλήλους ὑπῆρχεν, ἀλλὰ νῦν ἄρχειν ἐθελοντὰς ὑπερμαχῆσαι τῆς Ῥωμαίων δημοκρατίας, Δωριέας ὄντας. οἳ δ᾽ ἀντὶ τοιούτων ἔργων καὶ λογισμῶν συνθήκας ἡμῖν προφέρετε, γενομένας μὲν ὑμῖν καὶ τάσδε πρὸς Γάιον Καίσαρα, τῆσδε τῆς μοναρχίας ἡγεμόνα: λέγουσι δ᾽ ὅμως αἱ συνθῆκαι Ῥωμαίους καὶ Ῥοδίους ἐν ταῖς χρείαις ἀλλήλοις ἀμύνειν. ἀμύνατε οὖν ἐς τὰ μέγιστα κινδυνεύουσι Ῥωμαίοις. Κάσσιος ὑμῖν ἐστιν ὁ τὰς συνθήκας τάσδε προφέρων καὶ ἐπὶ συμμαχίαν καλῶν, Ῥωμαῖος ἀνὴρ καὶ Ῥωμαίων στρατηγός, ὥς φησι τὸ ψήφισμα τῆς βουλῆς, ἐν ᾧ πάντας ὑπακούειν ἡμῖν ἔταξε τοὺς τοῦ Ἰονίου πέραν. τὰ δ᾽ αὐτὰ καὶ Βροῦτος ὑμῖν προτείνει ψηφίσματα καὶ Πομπήιος, τὴν θάλασσαν ὑπὸ τῆς βουλῆς ἐπιτετραμμένος, τὰς δ᾽ ἱκετείας ἐπὶ τοῖς ψηφίσμασι καὶ οἵδε πάντες, ὅσοι φεύγουσιν ἀπὸ τῆς βουλῆς, οἱ μὲν ἐς ἐμὲ καὶ Βροῦτον, οἱ δ᾽ ἐς Πομπήιον. ἔστι δὲ δή που τὸ συγκείμενον, Ῥωμαίοις Ῥοδίους βοηθεῖν, κἂν καθ᾽ ἕνα χρῄζωσιν. εἰ δὲ οὔτε στρατηγοὺς ἡμᾶς οὔτε Ῥωμαίους ἔτι, ἀλλὰ φυγάδας ἢ ξένους ἢ κατακρίτους, ὡς οἱ προγράψαντες λέγουσιν, ἡγεῖσθε, οὐ πρὸς ἡμᾶς ἐστιν ὑμῖν ἔτι, ἀλλὰ πρὸς Ῥωμαίους, ὦ Ῥόδιοι, τὰ συγκείμενα: ἡμεῖς δὲ ξένοι καὶ ἀλλότριοι τῶν συνθηκῶν ὄντες πολεμήσομεν ὑμῖν, ἢν μὴ ἐς πάντα κατακούητε.
τοιαῦτα μὲν ὁ Κάσσιος ἐπειρωνευσάμενος τὸν Ἀρχέλαον ἀπέλυεν,