previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[93] ἀρχομένου δ᾽ ἦρος μὲν Ἀντώνιος ἐξ Ἀθηνῶν ἐς Τάραντα διέπλει ναυσὶ τριακοσίαις, τῷ Καίσαρι συμμαχήσων, ὡς ὑπέσχητο, δ᾽ ἐνήλλακτο τὴν γνώμην καὶ ἐς τὰς ἔτι γινομένας αὑτῷ ναῦς ἀνεβάλλετο. καλούμενος δὲ αὖθις ὡς ἐπὶ ἕτοιμα καὶ ἀρκοῦντα τὰ Ἀντωνίου, ἑτέρας ἀσχολίας προύφερε καὶ δῆλος ἦν αὖθις ἐπιμεμφόμενός τι τῷ Ἀντωνίῳ τῆς συμμαχίας διὰ τὴν εὐπορίαν τὴν οἰκείαν ὑπερορῶν. χαλεπαίνων δ᾽ Ἀντώνιος ἐπέμενεν ὅμως καὶ αὖθις αὐτὸν ἐκάλει: τῇ τε γὰρ χορηγίᾳ τοῦ ναυτικοῦ κάμνων καὶ στρατοῦ χρῄζων ἐπὶ Παρθυαίους Ἰταλοῦ, Καίσαρι τὰς ναῦς ἐπενόει διαλλάξαι, εἰρημένον μὲν ἐν ταῖς συνθήκαις ἑκάτερον ξενολογεῖν ἐκ τῆς Ἰταλίας, δυσχερὲς δ᾽ ἐσόμενον αὐτῷ Καίσαρος τὴν Ἰταλίαν εἰληχότος. Ὀκταουία οὖν ἐχώρει πρὸς Καίσαρα διαιτήσουσα αὐτοῖς. καὶ μὲν ἐγκαταλελεῖφθαι τοῖς κινδύνοις ἔλεγε τοῖς ἐν πορθμῷ καταλαβοῦσιν, δὲ ἐκλελύσθαι τοῦτο διὰ Μαικήνα. δὲ τὸν Ἀντώνιον ἔφη καὶ Καλλίαν ἀπελεύθερον ἐς Λέπιδον ἐκπέμψαι, συντιθέμενον τῷ Λεπίδῳ κατὰ Καίσαρος, δὲ συνειδέναι Καλλίαν περὶ γάμων ἀπεσταλμένον: βουληθῆναι γὰρ Ἀντώνιον πρὸ τῶν Παρθυικῶν ἐκδεδόσθαι τὴν θυγατέρα τῷ παιδὶ Λεπίδου, καθάπερ ὡμολόγητο. καὶ τάδε μὲν Ὀκταουία, Ἀντώνιος δὲ καὶ τὸν Καλλίαν ἔπεμπεν, ἐς βάσανον τῷ Καίσαρι διδούς: δὲ οὐκ ἐδέξατο μέν, ἀφίξεσθαι δὲ ἔφη καὶ συμμίξειν Ἀντωνίῳ μεταξὺ Μεταποντίου καὶ Τάραντος, μέσον ἔχων ποταμὸν τὸν ἐπώνυμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: