previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[43] Μᾶρκον δὲ οἱ θεράποντες σὺν εὐνοίᾳ καὶ τύχῃ πάντα τὸν τῆς προγραφῆς χρόνον διεφύλαξαν ἔνδον ἐπὶ τῆς οἰκίας, μέχρι τῆς ἀδείας δοθείσης Μᾶρκος ἐξῄει τῆς οἰκίας ὡς ἀπὸ φυγῆς. Ἵρτιος δὲ σὺν τοῖς οἰκέταις ἐκφυγὼν τῆς πόλεως διώδευε τὴν Ἰταλίαν, ἐκλύων τε δεσμώτας καὶ συνάγων τοὺς ἀποδιδράσκοντας καὶ πολίχνια δῃῶν, ὀλίγα πρῶτον, εἶτα καὶ μείζω, μέχρι χειρὸς ἱκανῆς ἐκράτησε καὶ τὸ Βρεττίων ἔθνος ἐχειρώσατο καί, στρατοῦ πεμφθέντος ἐπ᾽ αὐτόν, ἐς Πομπήιον μεθ᾽ ὅσων εἶχε διέπλευσε.

Ῥεστίωνι δὲ οἰομένῳ μόνῳ φεύγειν οἰκέτης εἵπετο λανθάνων, ἀνάθρεπτος μὲν αὐτοῦ Ῥεστίωνος καὶ πολλὰ πρότερον εὖ παθών, διὰ δὲ μοχθηρίαν ὕστερον ἐστιγμένος. ἀναπαυομένῳ δὲ ἐν ἕλει τῷ Ῥεστίωνι ἐπιστὰς θεράπων ἐξέπληξε μὲν αὐτίκα ὀφθείς, δεδοικότι δὲ ἔφη οὐ τῶν παρόντων στιγμάτων αἰσθάνεσθαι μᾶλλον μνημονεύειν τῶν πρότερον εὐεργετημάτων. καὶ αὐτὸν εἴς τι σπήλαιον ἀναπαύσας εἰργάζετο καὶ τροφὰς αὐτῷ συνέλεγεν, ὡς ἐδύνατο. ὑπονοίας δέ τινος ἀμφὶ τὸ σπήλαιον τοῖς ἐγγὺς ὁπλίταις περὶ τοῦ Ῥεστίωνος γενομένης καὶ χωρούντων ἐπ᾽ αὐτόν, οἰκέτης εἵπετο συνεὶς καί τινα πρεσβύτην προοδεύοντα προδραμὼν ἀπέκτεινε καὶ τὴν κεφαλὴν ἀπέτεμεν. ἐκπλαγέντων δὲ τῶν ὁπλιτῶν καὶ ὡς ἀνδροφόνον ὁδοιπόρου περισχόντων, ‘Ῥεστίωνα,’ ἔφη, ‘ἔκτεινα, τὸν ἐμαυτοῦ δεσπότην, τάδε μοι τὰ στίγματα ἐγχαράξαντα.’ οἱ μὲν δὴ τὴν κεφαλὴν αὐτὸν ἀφελόμενοι διὰ τὸ γέρας, ἠπείγοντο μάτην ἐς τὸ ἄστυ, δὲ τὸν δεσπότην ἀναστήσας διέπλευσεν ἐς Σικελίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: