[27] Λεύκιος δὲ ὁ Ἀσινίου τοῦ ὑπατεύοντος τότε πενθερός, φεύγων διὰ θαλάσσης, οὐ φέρων τοῦ χειμῶνος τὴν ἀηδίαν ἔρριψεν ἑαυτὸν εἰς τὸ πέλαγος. Καισέννιον δὲ οἱ διώκοντες, ὑποφεύγοντά τε καὶ βοῶντα οὐ προγεγράφθαι, ἀλλὰ διὰ τὰ χρήματα ἐπιβουλεύεσθαι πρὸς αὐτῶν, ἐπὶ τὸν πίνακα ἀγαγόντες ἀναγινώσκειν ἑαυτοῦ τὸ ὄνομα ἐκέλευον καὶ ἀναγινώσκοντα ἔκτειναν. Αἰμίλιος δὲ ἀγνοῶν, ὅτι προγέγραπται, διωκόμενον ἄλλον ἰδὼν ἤρετο τὸν λοχαγὸν τὸν διώκοντα, τίς ὁ προγεγραμμένος εἴη: καὶ ὁ λοχαγὸς τὸν Αἰμίλιον γνωρίσας ‘σὺ κἀκεῖνος’ εἶπε καὶ τοὺς δύο ἀπέκτεινε. Κίλλων δὲ ἐκ τοῦ βουλευτηρίου προϊὼν καὶ Δέκιος, ἐπεὶ τοῖς πίναξιν ἐπύθοντο σφῶν τὰ ὀνόματα προσγεγράφθαι, οὔπω τινὸς ἐπιόντος αὐτοῖς, ἔφευγον ἀκόσμως διὰ πυλῶν, καὶ αὐτοὺς τοῖς ἀπαντῶσι τῶν λοχαγῶν αὐτὸς ὁ δρόμος ἐμήνυσεν.
Ἰκέλιος δέ, ὃς ἐπὶ Βρούτῳ τε καὶ Κασσίῳ δικάζων, Καίσαρος τοῖς δικαστηρίοις μετὰ στρατιᾶς ἐφεστῶτος καὶ τῶν ἄλλων δικαστῶν κρύφα τὴν καταδικάζουσαν φερόντων, μόνος τὴν ἀπολύουσαν ἤνεγκε φανερῶς, ἐκλαθόμενος τῆς μεγαλόφρονος ἐλευθεριότητος, νεκρὸν σῶμα ἐκκομιζόμενον ὑποστὰς τοῖς φέρουσι συνεβάσταζε τὸ λέχος. ἰδόντων δὲ τῶν φρουρούντων τὰς πύλας, ὅτι πλεονάζουσιν οἱ νεκροφόροι παρὰ τὸ σύνηθες ἑνὶ ἀνδρί, καὶ τοὺς μὲν φέροντας οὐχ ὑπονοούντων, τὸ δὲ λέχος ἐρευνωμένων, μὴ νεκρόν τις ὑποκρίνοιτο, οἱ νεκροφόροι τὸν Ἰκέλιον ἤλεγχον οὐχ ὁμότεχνον σφίσιν ὄντα, ἐπιγνωσθέντα τε οἱ σφαγεῖς ἀπέκτειναν.