previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27] δὲ Κουρίων, ἵνα μὴ ἄφνω μετατιθέμενος γίγνοιτο κατάφωρος, εἰσηγεῖτο βαρυτάτας ὁδῶν πολλῶν ἐπισκευάς τε καὶ κατασκευὰς καὶ αὑτὸν ἐπιστάτην αὐτῶν ἐπὶ πενταετὲς εἶναι, εἰδὼς μὲν οὐδὲν τούτων ἐσόμενον, ἐλπίζων δὲ τοὺς Πομπηίου φίλους ἀντιλέξειν καὶ αὐτὸς ἐς τὸν Πομπήιον ἕξειν τι τοῦτο πρόσκρουμα. καὶ γενομένων τῶνδε, ὡς προσεδόκησεν, μὲν εἶχε τὴν πρόφασιν τῆς διαφορᾶς, Κλαύδιος δ᾽ εἰσηγεῖτο πέμπειν Καίσαρι διαδόχους ἐπὶ τὰ ἔθνη: καὶ γὰρ ἔληγεν χρόνος. καὶ Παῦλος ἐσιώπα. Κουρίων δὲ νομιζόμενος ἀμφοτέροις διαφέρεσθαι, ἐπῄνει τὴν τοῦ Κλαυδίου γνώμην, ὡς δὲ ἐνδέον αὐτῇ προσετίθει τὸ καὶ Πομπήιον ὁμοίως Καίσαρι ἀποθεσθαι τὰ ἔθνη καὶ τὸν στρατόν: ὧδε γὰρ ἔσεσθαι τῇ πόλει καθαρὰν καὶ πανταχόθεν ἀδεῆ τὴν πολιτείαν. ἐνισταμένων δὲ πολλῶν ὡς οὐκ ἴσον διὰ τὸ μήπω τὸν χρόνον ἐξήκειν τῷ Πομπηίῳ, σαφέστερον Κουρίων ἤδη καὶ τραχύτερον ἀπεγύμνου μὴ χρῆναι μηδὲ Καίσαρι πέμπειν διαδόχους, εἰ μὴ καὶ Πομπηίῳ δοῖεν: ὄντων γὰρ αὐτῶν ἐς ἀλλήλους ὑπόπτων οὔπω τῇ πόλει τὴν εἰρήνην ἔσεσθαι βεβαίαν, εἰ μὴ πάντες ἰδιωτεύσειαν. ἔλεγε δὲ ταῦτ᾽ εἰδὼς οὐ μεθήσοντα τὴν ἀρχὴν τὸν Πομπήιον καὶ τὸν δῆμον ὁρῶν ἤδη τι προσκοπτόμενον αὐτῷ διὰ τὰς τοῦ δεκασμοῦ δίκας. εὐπρεποῦς δὲ τῆς γνώμης οὔσης δῆμος ἐπῄνει τὸν Κουρίωνα ὡς μόνον ἀξίως τῆς πόλεως τὴν πρὸς ἀμφοτέρους αἰρόμενον ἔχθραν, καί ποτε καὶ παρέπεμψαν αὐτὸν ἀνθοβολοῦντες ὥσπερ ἀθλητὴν μεγάλου καὶ δυσχεροῦς ἀγῶνος: οὐδὲν γὰρ ἐδόκει τότε εἶναι φοβερώτερον τῆς Πομπηίου διαφορᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: