previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[89] ἐς δὲ τὸ ἄστυ τῆς ἀγγελίας ἀφικομένης θόρυβος ἦν καὶ φόβος ἄπλετος, διαθεόντων τε ἀκόσμως καὶ γύναιά τινων παῖδας ὅσα τιμιώτατα ἄλλα ἐς ἀγροὺς τὰ ἐρυμνὰ τῆς πόλεως μεταφερόντων: οὐ γάρ πω σαφοῦς ὄντος, ὅτι μόνης ὀρέγοιτο ὑπατείας, πολέμιον στρατὸν ἐπιέναι σὺν ὀργῇ πυνθανόμενοι ἐς πάντα ἐδεδοίκεσαν. βουλὴ δ᾽ ἐξεπέπληκτο ἀμέτρως, οὐδεμιᾶς αὑτοῖς οὔσης ἑτοίμου δυνάμεως, ἀλλήλους τε, οἷον ἐν τοῖς φόβοις γίγνεται, κατεμέμφοντο, οἱ μὲν ὅτι τὴν στρατιὰν αὐτὸν ἀφέλοιντο τὴν ἐπὶ τὸν Ἀντώνιον ὑβριστικῶς, οἱ δὲ τῆς ἐς τὸν θρίαμβον ὑπεροψίας, οὐκ ἄδικον ὄντα, οἱ δὲ τοῦ φθόνου τῆς διανεμήσεως τῶν χρημάτων, οἱ δὲ οὐδὲ ἑνδέκατον ἐπιγράψαντες: οἱ δὲ αὐτὰ τὰ ἆθλα, οὔτε ὀξέως οὔτε ἐντελῆ διδόμενα, τὴν στρατιὰν σφίσιν ἔλεγον ἐκπολεμῶσαι. τῆς τε φιλονικίας τὸ ἄκαιρον μάλιστα ἐμέμφοντο, Βρούτου μὲν καὶ Κασσίου πορρωτέρω τε ὄντων καὶ συνισταμένων ἔτι, ἐν δὲ πλευραῖς Ἀντωνίου καὶ Λεπίδου πολεμίων: οὓς ὅτε ἐνθυμηθεῖεν Καίσαρι συναλλαγήσεσθαι, πάμπαν ἤκμαζεν φόβος. Κικέρων τε, ὃς τέως αὐτοῖς ἐπεπόλαζεν, οὐδὲ ἐφαίνετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: