[76] ταῦτα διαθέμενος ἐχείμαζεν ἐν ταῖς Ἀθήναις μετὰ τῆς Ὀκταουίας, καθὰ καὶ ἐν Ἀλεξανδρείᾳ μετὰ τῆς Κλεοπάτρας, τὰ μὲν ἐκ τῶν στρατοπέδων ἐπιστελλόμενα ἐφορῶν μόνα, ἀφέλειαν δὲ ἰδιωτικὴν αὖθις ἐξ ἡγεμονίας καὶ σχῆμα τετράγωνον ἔχων καὶ ὑπόδημα Ἀττικὸν καὶ θύρας ἠρεμούσας. ἔξοδοί τε ἦσαν ὁμοίως ἄνευ σημείων αὐτῷ, σὺν δύο φίλοις καὶ σὺν ἀκολούθοις δύο, ἐς διδασκάλων διατριβὰς ἢ ἀκροάσεις. καὶ τὸ δεῖπνον ἦν Ἑλληνικὸν καὶ μεθ᾽ Ἑλλήνων ἡ γυμνασία πανηγύρεις τε σὺν θυμηδίᾳ μετὰ τῆς Ὀκταουίας: πολὺς γὰρ καὶ ἐς τήνδε ἐρρύη, ταχὺς ὢν ἐς ἔρωτας γυναικῶν. λήγοντος δὲ τοῦ χειμῶνος, ὥσπερ ἑτέρῳ γενομένῳ, ἥ τε ἐσθὴς αὖθις καὶ μετὰ τῆς ἐσθῆτος ἡ ὄψις ἐνηλλάσσετο, καὶ πλῆθος ἦν ἀμφὶ τὰς θύρας αὐτίκα σημείων τε καὶ ἡγεμόνων καὶ δορυφόρων, καὶ φόβου πάντα μεστὰ καὶ καταπλήξεως: πρεσβεῖαί τ᾽ ἐσεδέχοντο, αἳ τέως ἠρέμουν κεκελευσμέναι, καὶ δίκαι διεκρίνοντο, καὶ νῆες καθείλκοντο, καὶ ἡ ἄλλη παρασκευὴ πᾶσα συνεκινεῖτο.