[115] ἧι δὲ ἡμέρᾳ τὴν μάχην ἐν Φιλίπποις συνέβαινεν εἶναι, καὶ ἐν τῷ Ἰονίῳ τοιόνδε πάθος ἄλλο ἐγίγνετο μέγα. Δομίτιος Καλουῖνος ἐπὶ ὁλκάδων ἦγεν ὁπλιτῶν δύο τέλη Καίσαρι, καὶ τὸ διώνυμον ἦν αὐτῶν, τὸ Ἄρειον, ὃ ἐπὶ τιμῇ τῆς ἀλκῆς ὠνόμαζον. ἦγε δὲ καὶ στρατηγίδα σπεῖραν, ἐς δισχιλίους ἄνδρας, ἱππέων τε ἴλας τέσσαρας καὶ ἕτερον πλῆθος ἐπειλεγμένον: καὶ τριήρεις αὐτοὺς παρέπεμπον ὀλίγαι. Μοῦρκος δ᾽ αὐτοῖς καὶ Ἀηνόβαρβος ἑκατὸν καὶ τριάκοντα μακραῖς ὑπήντων. καὶ αὐτοὺς αἱ ὁλκάδες ἱστίῳ μὲν αἱ πρῶται διέφυγον ὀλίγαι, αἱ λοιπαὶ δέ, χαλάσαντος ἄφνω τοῦ πνεύματος, ἐν γαλήνῃ σταθερᾷ κατὰ τὸ πέλαγος ἠλῶντο, ὑπό του θεῶν ἐκδεδομέναι τοῖς πολεμίοις. ἐνέβαλλον γὰρ ἀδεῶς ἑκάστῃ καὶ ἀνερρήγνυον: οὐδὲ αἱ παραπέμπουσαί σφας τριήρεις ἐπικουρεῖν ἐδύναντο, διὰ τὴν ὀλιγότητα κυκλούμεναι. ἔργα δ᾽ ἦν τῶν κινδυνευοντων πολλὰ καὶ ποικίλα, ὁτὲ μὲν τὰ πλοῖα συναγόντων ἀπὸ κάλω σπουδῇ καὶ κοντοῖς ἁρμοζόντων ἐς ἄλληλα, ἵνα μὴ διεκπλεῖν αὐτὰ ἔχοιεν οἱ πολέμιοι. ὅτε δὲ τούτου κρατήσειαν, ὁ μὲν Μοῦρκος αὐτοῖς ἐπέβαλλε τοξεύματα πυρός, οἱ δὲ τοὺς συνδέσμους ἀνέλυον ὀξέως καὶ ἀπέφευγον ἀλλήλων διὰ τὸ πῦρ αὖθίς τε ἐγίγνοντο ταῖς τριήρεσιν ἐς περίπλουν καὶ ἐμβολὴν ἕτοιμοι.