previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[71] Ἀλέξανδρος δὲ καὶ Μνασέας, οἱ Ῥοδίων ἡγούμενοι, ταῖς τριάκοντα καὶ τρισὶ ναυσὶν ἀνήγοντο ἐπὶ Κάσσιον ἐς Μύνδον ὡς προκαταπλήξοντες τῷ ἐπίπλῳ: καί τί που καὶ κούφως εἶχον ἐλπίδος, ὅτι καὶ Μιθριδάτῃ ἐς Μύνδον ἐπιπλεύσαντες ἐδόκουν ἐς τὸ τοῦ πολέμου τέλος εὐτυχῆσαι. εἰρεσίᾳ δὲ ἐς ἐπίδειξιν χρώμενοι τήν τε πρώτην ἡμέραν ηὐλίσαντο ἐν Κνίδῳ καὶ τῆς ἐπιούσης ἐπεφαίνοντο τοῖς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ πελάγους. οἱ δὲ θαυμάσαντες ἀντανήγοντο, καὶ τὸ ἔργον ἦν ἑκατέρωθεν ἰσχύος τε καὶ δυνάμεως: Ῥόδιοι μὲν γὰρ ναυσὶ κούφαις διεξέπλεόν τε τοὺς πολεμίους ὀξέως καὶ περιέπλεον καὶ ἐπανόδοις ἐχρῶντο, Ῥωμαῖοι δὲ ἐπὶ νεῶν βαρυτέρων, ὅτε συμπλακεῖεν, ἀπὸ βαρυτέρας ῥύμης ἐπεβάρουν ὥσπερ ἐν πεζομαχίᾳ. τοῦ δὲ Κασσίου πλήθει νεῶν τὰς πολεμίας περιλαβόντος, οἱ μὲν Ῥόδιοι περιπλεῖν ἔτι καὶ διεκπλεῖν οὐκ ἐδύναντο, ἐμβάλλουσι δ᾽ αὐτοῖς μόνον ἐκ τοῦ μετώπου καὶ ἀναχωροῦσιν μὲν ἐμπειρία διέφθαρτο ὑπὸ τῆς στενοχωρίας κεκυκλευμένοις, αἱ δὲ ἐμβολαὶ καὶ ἀποσιμώσεις ἐς βαρυτέρας τὰς Ῥωμαίων ναῦς ἀσθενεῖς ἐγίγνοντο, Ῥωμαίοις δ᾽ ἦσαν ἐς κουφοτέρας εὔτονοι, μέχρι Ῥόδιαι μὲν τρεῖς αὐτοῖς ἀνδράσιν ἐλήφθησαν καὶ δύο ἀνερράγησάν τε καὶ κατέδυσαν καὶ αἱ λοιπαὶ βεβλαμμέναι διέφυγον ἐς τὴν Ῥόδον, αἱ δὲ Ῥωμαίων ἅπασαι μὲν ἐπανῆλθον ἐς Μύνδον, ἐπεσκευάζοντο δὲ καὶ τούτων αἱ πλέονες βλαβεῖσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: