[64] ἐξαγγελθέντος δ᾽ ἐς τὴν πόλιν τοῦ Πομπηίου φόνου, αὐτίκα μὲν ὁ Σύλλας περιδεὴς ἐφ᾽ ἑαυτῷ γενόμενος τοὺς φίλους περιήγετο πανταχοῦ καὶ νυκτὸς ἀμφ᾽ αὑτὸν εἶχεν, οὐ πολὺ δ᾽ ἐπιμείνας ἐς Καπύην ἐπὶ τὸν στρατὸν κἀκεῖθεν ἐς τὴν Ἀσίαν ἐξήλασεν. οἱ δὲ τῶν φυγάδων φίλοι Κίννᾳ, τῷ μετὰ Σύλλαν ὑπατεύοντι, θαρροῦντες τοὺς νεοπολίτας ἠρέθιζον ἐς τὸ ἐνθύμημα τοῦ Μαρίου, ταῖς φυλαῖς πάσαις ἀξιοῦν ἀναμιχθῆναι, ἵνα μὴ τελευταῖοι ψηφιζόμενοι πάντων ὦσιν ἄκυροι. τοῦτο δὴ προοίμιον τῆς αὐτοῦ τε Μαρίου καὶ τῶν ἀμφὶ τὸν ἄνδρα καθόδου. ἀνθισταμένων δὲ τῶν ἀρχαίων κατὰ κράτος, Κίννας μὲν τοῖς νεοπολίταις συνέπραττε, νομιζόμενος ἐπὶ τῷδε τριακόσια δωροδοκῆσαι τάλαντα, τοῖς δ᾽ ἀρχαίοις ὁ ἕτερος ὕπατος Ὀκτάουιος. καὶ οἱ μὲν ἀμφὶ τὸν Κίνναν προλαβόντες τὴν ἀγορὰν μετὰ κεκρυμμένων ξιφιδίων ἐβόων ἐς τὰς φυλὰς πάσας ἀναμιγῆναι: τὸ δὲ καθαρώτερον πλῆθος ἐς τὸν Ὀκτάουιον ἐχώρει, καὶ οἵδε μετὰ ξιφιδίων.
ἔτι δ᾽ αὐτῷ κατὰ τὴν οἰκίαν τὸ μέλλον περιορωμένῳ ἐξαγγέλλεται τοὺς πλέονας δημάρχους κωλύειν τὰ γιγνόμενα, θόρυβον δὲ τῶν νεοπολιτῶν εἶναι καὶ ἀπογύμνωσιν ἤδη τῶν ξιφιδίων περὶ ὁδὸν ἐς τοὺς ἀντιλέγοντας δημάρχους ἀναπηδώντων ἐπὶ τὰ ἔμβολα. ὧν Ὀκτάουιος πυθόμενος κατέβαινε διὰ τῆς Ἱερᾶς ὁδοῦ μετὰ πυκνοῦ πάνυ πλήθους καὶ οἷα χειμάρρους ἐς τὴν ἀγορὰν ἐμπεσὼν ὤσατο μὲν διὰ μέσων τῶν συνεστώτων καὶ διέστησεν αὐτούς: ὡς δὲ κατέπληξεν, ἐς τὸ τῶν Διοσκούρων ἱερὸν παρῆλθε, τὸν Κίνναν ἐκτρεπόμενος. ὅσοι δ᾽ αὐτῷ συνῆσαν, χωρὶς ἐπαγγέλματος ἐμπεσόντες τοῖς νεοπολίταις ἔκτεινάν τε πολλοὺς καὶ ἑτέρους φεύγοντας ἐπὶ τὰς πύλας ἐδίωκον.