[107] ὁ δὲ Ἀγρίππας ἵετο μάλιστα εὐθὺ τοῦ Παπίου καὶ αὐτῷ κατὰ τὴν ἐπωτίδα ἐμπεσὼν κατέσεισε τὴν ναῦν καὶ ἐς τὰ κοῖλα ἀνέρρηξεν: ἡ δὲ τούς τε ἐν τοῖς πύργοις ἀπεσείσατο καὶ τὴν θάλασσαν ἀθρόως ἐδέχετο, καὶ τῶν ἐρετῶν οἱ μὲν θαλαμίαι πάντες ἀπελήφθησαν, οἱ δ᾽ ἕτεροι τὸ κατάστρωμα ἀναρρήξαντες ἐξενήχοντο. Παπίας δὲ ἐς τὴν παρορμοῦσαν ἀναληφθεὶς αὖθις ἐπῄει τοῖς πολεμίοις. καὶ ὁ Πομπήιος ἐξ ὄρους ἐφορῶν τὰς μὲν ἰδίας μικρὰ ἐπωφελούσας καὶ ψιλουμένας τῶν ἐπιβατῶν, ὅτε συμπλακεῖεν, Ἀγρίππᾳ δὲ τὸν ἕτερον στόλον ἐξ Ἱερᾶς προσπλέοντα, ἀναχωρεῖν ἐσήμηνε σὺν κόσμῳ. καὶ ἀνεχώρουν ἐπιόντες τε καὶ ἀναστρέφοντες ἀεὶ κατ᾽ ὀλίγον. Ἀγρίππα δ᾽ ἐπιβαρήσαντος αὐτοῖς ἔφευγον, οὐκ ἐς τοὺς αἰγιαλούς, ἀλλ᾽ ὅσα τῆς θαλάσσης οἱ ποταμοὶ τεναγώδη πεποιήκεσαν.