previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[121] καὶ τάδε Κράσσος ἓξ μησὶν ἐργασάμενος ἀμφήριστος ἐκ τοῦδε αὐτίκα μάλα τῇ δόξῃ τῇ Πομπηίου γίνεται. καὶ τὸν στρατὸν οὐ μεθίει, διότι μηδὲ Πομπήιος. ἐς δὲ ὑπατείαν ἄμφω παρήγγελλον, μὲν ἐστρατηγηκὼς κατὰ τὸν νόμον Σύλλα, δὲ Πομπήιος οὔτε στρατηγήσας οὔτε ταμιεύσας ἔτος τε ἔχων τέταρτον ἐπὶ τοῖς τριάκοντα: τοῖς δὲ δημάρχοις ὑπέσχητο πολλὰ τῆς ἀρχῆς ἐς τὸ ἀρχαῖον ἐπανάξειν. αἱρεθέντες δὲ ὕπατοι οὐδ᾽ ὣς μεθίεσαν τὸν στρατόν, ἔχοντες ἀγχοῦ τῆς πόλεως, ἑκάτερος πρόφασιν τήνδε ποιούμενος, Πομπήιος μὲν ἐς τὸν Ἰβηρικὸν θρίαμβον περιμένειν ἐπανιόντα Μέτελλον, δὲ Κράσσος, ὡς Πομπήιον δέον προδιαλῦσαι.

καὶ δῆμος, ἑτέραν ἀρχὴν στάσεως ὁρῶν καὶ φοβούμενος δύο στρατοὺς περικαθημένους, ἐδέοντο τῶν ὑπάτων ἐν ἀγορᾷ προκαθημένων συναλλαγῆναι πρὸς ἀλλήλους. καὶ τὰ μὲν πρῶτα ἑκάτερος ἀπεκρούετο: ὡς δὲ καὶ θεόληπτοί τινες προύλεγον πολλὰ καὶ δεινά, εἰ μὴ συναλλαγεῖεν οἱ ὕπατοι, δῆμος αὖθις αὐτοὺς μετ᾽ οἰμωγῆς παρεκάλει πάνυ ταπεινῶς, ἔτι τῶν Σύλλα καὶ Μαρίου κακῶν ἀναφέροντες. καὶ Κράσσος πρότερος ἐνδοὺς ἀπὸ τοῦ θρόνου κατέβαινε καὶ ἐς τὸν Πομπήιον ἐχώρει, τὴν χεῖρα προτείνων ἐπὶ διαλλαγαῖς: δ᾽ ὑπανίστατο καὶ προσέτρεχε. καὶ δεξιωσαμένων ἀλλήλους εὐφημίαι τε ἦσαν ἐς αὐτοὺς ποικίλαι, καὶ οὐ πρὶν δῆμος ἀπέστη τῆς ἐκκλησίας προγράψαι τοὺς ὑπάτους τὰς ἀφέσεις τῶν στρατοπέδων. οὕτω μὲν δὴ δόξασα καὶ ἥδε μεγάλη στάσις ἔσεσθαι κατελύετο εὐσταθῶς: καὶ ἔτος ἦν τῷδε τῷ μέρει τῶν ἐμφυλίων ἀμφὶ τὰ ἑξήκοντα μάλιστ᾽ ἀπὸ τῆς ἀναιρέσεως Τιβερίου Γράκχου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: