previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[84] ὧν αἰσθανόμενος Λατερήσιος, τῶν τις ἐκ τῆς βουλῆς ἐπιφανῶν, προηγόρευε τῷ Λεπίδῳ καὶ ἀπιστοῦντα ἐκέλευε τὴν στρατιὰν ἐς πολλὰ διελόντα ἐκπέμψαι κατὰ δή τινας χρείας, ἐς ἐπίδειξιν τῆς προδοσίας τῆς πίστεως. καὶ Λέπιδος ἐς τρία διελών, ἐκέλευε νυκτὸς ἐξορμᾶν ἐς φρουρὰν ταμιείων πλησιαζόντων. οἱ δὲ ἀμφὶ τὴν ἐσχάτην φυλακήν, ὡς ἐς τὴν ἔξοδον ὁπλισάμενοι, τὰ ἐρυμνὰ τοῦ στρατοπέδου κατέλαβον καὶ τὰς πύλας ἀνεῴγνυον Ἀντωνίῳ. δ᾽ ἐπὶ τὴν Λεπίδου σκηνὴν ἵετο δρόμῳ, τοῦ στρατοῦ παντὸς ἤδη τοῦ Λεπίδου παραπέμποντος αὐτὸν καὶ τὸν Λέπιδον αἰτοῦντος εἰρήνην τε καὶ ἔλεον ἐς ἀτυχοῦντας πολίτας. μὲν δὴ Λέπιδος, ὡς εἶχεν, ἐκ τῆς εὐνῆς ἄζωστος ἐς αὐτοὺς ἐξέθορε καὶ ὑπισχνεῖτο ποιήσειν καὶ τὸν Ἀντώνιον ἠσπάζετο καὶ ἐξελογεῖτο τῆς ἀνάγκης. οἱ δὲ αὐτὸν καὶ προσπεσεῖν Ἀντωνίῳ νομίζουσιν, ἄπρακτον μὲν ὄντα καὶ ἄτολμον, οὐ μὴν ἅπασι τοῖς συγγραφεῦσι πιστὸν οὐδ᾽ ἐμοὶ πιθανόν: οὐ γάρ πώ τι αὐτῷ πολέμιον ἐς τὸν Ἀντώνιον ἐπέπρακτο, δέους ἄξιον. οὕτω μὲν Ἀντώνιος ἐς μέγα δυνάμεως αὖθις ἐπῆρτο, καὶ τοῖς ἐχθροῖς ἦν ἐπιφοβώτατος: στρατὸν γὰρ εἶχεν, ὅν τε ἐξανέστησε Μουτίνης καὶ σὺν αὐτῷ λαμπρότατον ἱππικόν, τρία τε αὐτῷ τέλη κατὰ τὴν ὁδὸν προσγεγένητο τὰ Οὐεντιδίου, καὶ Λέπιδος αὐτῷ σύμμαχος ἐγίγνετο ἑπτὰ ἔχων ὁπλιτικὰ τέλη καὶ πολὺν ὅμιλον ἄλλον καὶ παρασκευὴν ἀξιόλογον. καὶ τοῖσδε μὲν Λέπιδος ἐπωνομάζετο ἔτι, δὲ Ἀντώνιος ἅπαντα διῴκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: