previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[52]

μὲν ἔδει γνῶναι περὶ Ἀντωνίου, ἐχθὲς ἔγνωμεν: οἷς γὰρ αὐτοῦ τοὺς ἐχθροὺς ἐτιμῶμεν, τούτοις ἐψηφιζόμεθα εἶναι πολέμιον. Σάλουιον δὲ τὸν μόνον ἐμποδὼν γινόμενον πάντων εἶναι χρὴ συνετώτερον φιλίᾳ τάδε πράσσειν τῶν ἐνεστώτων ἀμαθίᾳ. ὧν τὸ μὲν αἴσχιστόν ἐστιν ἡμῖν, εἰ δόξομεν ἀσυνετώτεροι πάντες ἑνὸς εἶναι, τὸ δὲ αὐτῷ Σαλουίῳ, εἰ φιλίαν τῶν κοινῶν προτιμῴη: ἀμαθῶς δ᾽ αὐτὸν ἔχοντα τῶν παρόντων ἔδει πιστεύειν ὑπάτοις ἀνθ᾽ ἑαυτοῦ καὶ στρατηγοῖς καὶ δημάρχοις τοῖς συνάρχουσιν αὐτῷ καὶ τοῖς ἄλλοις βουλευταῖς, οἳ τοσοίδε τὴν ἀξίωσίν τε καὶ τὸν ἀριθμὸν ὄντες διά τε ἡλικίαν καὶ ἐμπειρίαν ὑπὲρ τὸν Σάλουιον, καταγινώκομεν Ἀντωνίου. ἔστι δ᾽ ἔν τε χειροτονίαις καὶ δίκαις αἰεὶ τὸ πλέον δικαιότερον. εἰ δὲ καὶ νῦν ἔτι χρῄζει τὰς αἰτίας μαθεῖν, λελέξεται διὰ βραχέος, ὡς ἐν ἀναμνήσει, τὰ μέγιστα αὐτῶν.

τὰ χρήματα ἡμῶν Καίσαρος ἀποθανόντος ἐσφετερίσατο Ἀντώνιος. Μακεδονίας ἄρχειν παρ᾽ ἡμῶν ἐπιτυχὼν ἐπὶ τὴν Κελτικὴν ὥρμησε χωρὶς ἡμῶν. τὸν στρατὸν ἐπὶ Θρᾷκας λαβὼν ἀντὶ Θρᾳκῶν ἐπήγαγεν ἡμῖν ἐς τὴν Ἰταλίαν. ἑκάτερα τούτων αἰτήσας ἡμᾶς ἐπ᾽ ἐνέδρᾳ καὶ οὐ λαβὼν ἔπραξε δι᾽ ἑαυτοῦ. σπεῖραν ἐν Βρεντεσίῳ βασιλικὴν συνέταξεν ἀμφ᾽ αὑτὸν εἶναι, καὶ φανερῶς αὐτὸν ἐν τῇ πόλει σιδηροφοροῦντες ἄνδρες ἐδορυφόρουν τε καὶ ἐνυκτοφυλάκουν ὑπὸ συνθήματι. ἦγεν ἐκ τοῦ Βρεντεσίου καὶ τὸν ἄλλον στρατὸν ἐς τὴν πόλιν ἅπαντα, συντομώτερον ἐφιέμενος ὧν ἐπενόει Καῖσαρ: Καίσαρος δὲ αὐτὸν τοῦ νέου σὺν ἑτέρῳ στρατῷ φθάσαντος ἔδεισε καὶ ἐς τὴν Κελτικὴν ἐτράπετο ὡς εὔκαιρον ἐφ᾽ ἡμῖν ὁρμητήριον, ὅτι καὶ Καῖσαρ ἐκεῖθεν ὁρμώμενος ἐδυνάστευσεν ἡμῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: