previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[48] μὲν δὴ περὶ Πλακεντίαν στάσις οὕτως ἐλέλυτο, δὲ Καῖσαρ ἐς Ῥώμην παρῆλθε, καὶ αὐτὸν δῆμος πεφρικὼς ᾑρεῖτο δικτάτορα, οὔτε τι τῆς βουλῆς ψηφιζομένης οὔτε προχειροτονοῦντος ἄρχοντος. δέ, εἴτε παραιτησάμενος τὴν ἀρχὴν ὡς ἐπίφθονον εἴτε οὐ χρῄζων, ἄρξας ἐπὶ ἕνδεκα μόνας ἡμέρας ῾ὧδε γάρ τισι δοκεἶ ὑπάτους ἐς τὸ μέλλον ἀπέφηνεν ἑαυτόν τε καὶ Πούπλιον Ἰσαυρικόν. ἡγεμόνας τε ἐς τὰ ἔθνη περιέπεμπεν ἐνήλλαττεν, ἐφ᾽ ἑαυτοῦ καταλέγων. ἐς μὲν Ἰβηρίαν Μᾶρκον Λέπιδον, ἐς δὲ Σικελίαν Αὖλον Ἀλβῖνον, ἐς δὲ Σαρδὼ Σέξστον Πεδουκαῖον, ἐς δὲ τὴν νεόληπτον Γαλατίαν Δέκμον Βροῦτον. τῷ δὲ δήμῳ λιμώττοντι σῖτον ἐπέδωκε καὶ τοὺς φυγάδας δεομένῳ καταγαγεῖν συνεχώρησε, χωρὶς Μίλωνος. αἰτοῦσι δ᾽ αὐτοῖς καὶ χρεῶν ἀποκοπὰς διά τε πολέμους καὶ στάσεις καὶ τὴν ἐκ τῶνδε τοῖς πιπρασκομένοις ἐποῦσαν εὐωνίαν, τὰς μὲν ἀποκοπὰς οὐκ ἔδωκε, τιμητὰς δὲ τῶν ὠνίων ἀπέφηνεν, ὧν ἔδει τοὺς χρήστας τοῖς δανείσασιν ἀντὶ τῶν χρημάτων διδόναι. καὶ τάδε πράξας περὶ χειμερίους τροπὰς περιέπεμπε τὸν στρατὸν ἀπαντᾶν ἐς τὸ Βρεντέσιον αὐτός τε ἐξῄει Δεκεμβρίου μηνὸς Ῥωμαίοις ὄντος, οὐκ ἀναμείνας οὐδὲ τῆς ἀρχῆς ἕνεκα τὴν νουμηνίαν τοῦ ἔτους πλησιάζουσαν. δὲ δῆμος εἵπετο παρακαλῶν συμβῆναι Πομπηίῳ: οὐ γὰρ ἄδηλον ἦν ἐς μοναρχίαν τὸν νικῶντα τρέψεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: