[21] Κλωδίου δ᾽ ἐξ ἰδίων χωρίων ἐπανιόντος ἐπὶ ἵππου καὶ περὶ Βοΐλλας ἀπαντήσαντος αὐτῷ, οἱ μὲν κατὰ τὴν ἔχθραν ὑπείδοντο μόνον ἀλλήλους καὶ παρώδευσαν, θεράπων δὲ τοῦ Μίλωνος ἐπιδραμὼν τῷ Κλωδίῳ, εἴτε κεκελευσμένος εἴθ᾽ ὡς ἐχθρὸν δεσπότου κτείνων, ἐπάταξεν ἐς τὸ μετάφρενον ξιφιδίῳ. καὶ τὸν μὲν αἵματι ῥεόμενον ἐς τὸ πλησίον πανδοκεῖον ὁ ἱπποκόμος ἐσέφερεν, ὁ δὲ Μίλων μετὰ τῶν θεραπόντων ἐπιστὰς ἔτι ἔμπνουν ἢ καὶ νεκρὸν ἐπανεῖλεν, ὑποκρινόμενος μὲν οὐ βουλεῦσαι τὸν φόνον οὐδὲ προστάξαι: ὡς δὲ κινδυνεύσων ἐξ ἅπαντος, ἠξίου τὸ ἔργον οὐκ ἀτελὲς καταλιπεῖν. περιαγγελθέντος δ᾽ ἐς Ῥώμην τοῦ πάθους ὁ μὲν δῆμος ἐκπλαγεὶς ἐν ἀγορᾷ διενυκτέρευε, καὶ τὸ σῶμά τινες τοῦ Κλωδίου μεθ᾽ ἡμέραν προύθεσαν ἐπὶ τῶν ἐμβόλων: ἁρπάσαντες δ᾽ αὐτὸ τῶν τε δημάρχων ἔνιοι καὶ οἱ φίλοι τοῦ Κλωδίου καὶ πλῆθος ἄλλο σὺν ἐκείνοις, ἐς τὸ βουλευτήριον ἐκόμισαν, εἴτε ἐπὶ τιμῇ, βουλευτικοῦ γένους ὄντα, εἴτε ἐς ὄνειδος τῆς βουλῆς τοιάδε περιορώσης. καὶ τῶν παρόντων οἱ προπετέστεροι τὰ βάθρα καὶ τοὺς θρόνους τῶν βουλευτῶν συμφορήσαντες ἧψαν αὐτῷ πυράν, ὑφ᾽ ἧς τό τε βουλευτήριον καὶ πολλαὶ τῶν πλησίον οἰκίαι τῷ Κλωδίῳ συγκατεφλέγησαν.