[7] ἐσῄεσαν δ᾽ οἱ τρεῖς τρισὶν ἡμέραις, ἀνὰ μέρος ἕκαστος αὐτῶν, ὁ Καῖσάρ τε καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, σὺν ταῖς στρατηγίσι τάξεσι καὶ ὁπλιτῶν ἕκαστος ἑνὶ τέλει. ὡς δὲ ἐσῆλθον, αὐτίκα μὲν ἡ πόλις ἦν πλήρης ὅπλων τε καὶ σημείων διατεταγμένων ἐς τὰ ἐπίκαιρα, αὐτίκα δὲ ἐν μέσῳ τούτων ἤγετο ἐκκλησία, καὶ δήμαρχος Πούπλιος Τίτιος ἐνομοθέτει καινὴν ἀρχὴν ἐπὶ καταστάσει τῶν παρόντων ἐς πενταετὲς εἶναι τριῶν ἀνδρῶν, Λεπίδου τε καὶ Ἀντωνίου καὶ Καίσαρος, ἴσον ἰσχύουσαν ὑπάτοις, ῾ἣν ἄν τις Ἑλλήνων ἁρμοστὰς ὀνομάσειεν, ὃ καὶ Λακεδαιμόνιοι τοῖς ἄρτι καθισταμένοις τὰ ὑπήκοα ἐτίθεντο ὄνομα,᾿ οὔτε διαστήματος ἐς δοκιμασίαν οὔτε κυρίας ἐς τὴν χειροτονίαν ἡμέρας προτεθείσης: ἀλλ᾽ αὐτίκα ἐκυροῦτο ὁ νόμος. καὶ νυκτὸς ἄλλων, ἐπὶ τοῖς ἑπτακαίδεκα, τριάκοντα καὶ ἑκατὸν ἀνδρῶν προγραφαὶ κατὰ πολλὰ τῆς πόλεως προυτίθεντο καὶ μετ᾽ ὀλίγον ἄλλων πεντήκοντα καὶ ἑκατόν. καί τις προσετίθετο τοῖς πίναξιν αἰεὶ τῶν προσκαταγινωσκομένων ἢ τῶν προανῃρημένων ὑπ᾽ ἀγνοίας, ἐς δόξαν τοῦ δικαίως ἀνῃρῆσθαι. διετέτακτό τε πάντων τὰς κεφαλὰς ἐς τοὺς τρεῖς ἄνδρας ἐπὶ ῥητῷ κέρδει φέρεσθαι: καὶ ἦν τὸ κέρδος ἐλευθέρῳ μὲν ἀργύριον, θεράποντι δὲ ἐλευθερία τε καὶ ἀργύριον. παρέχειν δὲ ἐς ἔρευναν πάντας τὰ ἴδια. καὶ τὸν ὑποδεξάμενον ἢ κρύψαντα ἢ τὴν ἔρευναν οὐ παρασχόντα τοῖς ἴσοις ἐνέχεσθαι. μηνύειν δὲ ἕκαστα τούτων τὸν ἐθέλοντα ἐπὶ τοῖς ἴσοις κέρδεσι.