[67] ὁ δ᾽ ἦλθε καὶ πρὸς ταῖς Κολλίναις πύλαις ἐστρατοπέδευσε: καὶ ὁ Κίννας ἐπελθὼν αὐτῷ παρεστρατοπέδευε. Γάιος δὲ Μάριος τούτων πυθόμενος ἐς Τυρρηνίαν κατέπλευσεν ἅμα τοῖς συνεξελαθεῖσι καὶ θεράπουσιν αὐτῶν ἐπελθοῦσιν ἀπὸ Ῥώμης, ἐς πεντακοσίους μάλιστά που γεγονόσι. ῥυπῶν δ᾽ ἔτι καὶ κόμης ἔμπλεως ἐπῄει τὰς πόλεις, οἰκτρὸς ὀφθῆναι: μάχας τε καὶ τρόπαια αὑτοῦ Κιμβρικὰ καὶ ἓξ ὑπατείας ὑπερεπαίρων καὶ περὶ τῆς χειροτονίας σφόδρα αὐτοῖς ἐπιθυμοῦσιν ἐπαγγελλόμενός τε καὶ πιστὸς εἶναι δοκῶν, συνήγαγε Τυρρηνῶν ἑξακισχιλίους καὶ ἐς Κίνναν διῆλθεν ἀσμένως αὐτὸν ἐπὶ κοινωνία τῶν παρόντων δεχόμενον. ὡς δὲ ἀνεμίχθησαν, ἐστρατοπέδευον ἐπὶ τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐς τρία διαιρεθέντες, Κίννας μὲν καὶ Κάρβων σὺν αὐτῷ τῆς πόλεως ἀντικρύ, Σερτώριος δὲ ὑπὲρ τὴν πόλιν ἄνω καὶ Μάριος πρὸς τῇ θαλάσση, ζευγνύντες οἵδε τὸν ποταμὸν καὶ γεφυροῦντες, ἵνα τὴν πόλιν ἀφέλοιντο τὴν σιταγωγίαν. Μάριος δὲ καὶ Ὄστια εἷλε καὶ διήρπαζε, καὶ Κίννας ἐπιπέμψας Ἀρίμινον κατέλαβε, τοῦ μή τινα στρατιὰν ἐς τὴν πόλιν ἐπελθεῖν ἐκ τῆς ὑπηκόου Γαλατίας.