previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7] Κατιλίναν δὲ ἐς δισμυρίους τε ἀγείραντα καὶ τούτων τεταρτημόριον ὁπλίσαντα ἤδη καὶ ἐς Γαλατίαν ἐπὶ ἄλλην παρασκευὴν ἀπιόντα Ἀντώνιος ἕτερος ὕπατος ὑπ᾽ Ἀλπείοις καταλαβών, οὐ δυσχερῶς ἐκράτησεν ἀνδρὸς ἐμπλήκτως ἀλλόκοτον ἔργον ἐπὶ νοῦν λαβόντος τε καὶ ἐς πεῖραν ἔτι ἐμπληκτότερον ἀπαρασκεύως προαγαγόντος. οὐ μὴν γε Κατιλίνας οὐδ᾽ ἄλλος οὐδεὶς τῶν συνόντων ἐπιφανῶν φυγεῖν ἠξίωσεν, ἀλλ ἐσδραμόντες ἐς τοὺς πολεμίους ἀπώλοντο.

ὧδε μὲν Κατιλίνα ἐπανάστασις, παρ᾽ ὀλίγον ἐς ἔσχατον ἐλθοῦσα κινδύνου τῇ πόλει, διελύετο. καὶ Κικέρων, ἅπασιν ἐπὶ λόγου δυνάμει μόνῃ γνώριμος ὤν, τότε καὶ ἐπὶ ἔργῳ διὰ στόματος ἦν καὶ σωτὴρ ἐδόκει περιφανῶς ἀπολλυμένῃ τῇ πατρίδι γενέσθαι, χάριτές τε ἦσαν αὐτῷ παρὰ τὴν ἐκκλησίαν καὶ εὐφημίαι ποικίλαι. Κάτωνος δ᾽ αὐτὸν καὶ πατέρα τῆς πατρίδος προσαγορεύσαντος ἐπεβόησεν δῆμος. καὶ δοκεῖ τισιν ἥδε εὐφημία ἀπὸ Κικέρωνος ἀρξαμένη περιελθεῖν ἐς τῶν νῦν αὐτοκρατόρων τοὺς φαινομένους ἀξίους: οὐδὲ γὰρ τοῖσδε, καίπερ οὖσι βασιλεῦσιν, εὐθὺς ἀπ᾽ ἀρχῆς ἅμα ταῖς ἄλλαις ἐπωνυμίαις, ἀλλὰ σὺν χρόνῳ μόλις ἥδε, ὡς ἐντελὴς ἐπὶ μεγίστοις δὴ μαρτυρία, ψηφίζεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: