[63] μετὰ δὲ Λαοδίκειαν ἐπ᾽ Αἴγυπτον ὥρμα, πυνθανόμενος μὲν Κλεοπάτραν βαρεῖ στόλῳ διαπλευσεῖσθαι πρός τε Καίσαρα καὶ πρὸς Ἀντώνιον, ἐπινοῶν δὲ κωλῦσαί τε τὸν πλοῦν καὶ τίσασθαι τῆς γνώμης τὴν βασιλίδα καὶ πρὸ τῶνδε αὐτὴν Αἴγυπτον ἐνθυμιζόμενος μάλιστα ἐν καιρῷ, τετρυμένην τε ὑπὸ λιμοῦ καὶ ξενικὸν στρατὸν οὐ πολὺν ἔχουσαν, ἄρτι τῶν Ἀλλιηνοῦ στρατιωτῶν ἀποστάντων. οὕτω δὲ αὐτὸν ὁρμῆς καὶ ἐλπίδος ἔχοντα καὶ καιροῦ ὁ Βροῦτος ἐκάλει κατὰ σπουδήν, ὡς ἤδη Καίσαρος καὶ Ἀντωνίου τὸν Ἰόνιον περώντων. ἄκων μὲν δὴ Κάσσιος Αἴγυπτον ἐκ τῶν ἐλπίδων μεθίει καὶ τοὺς Παρθυαίων ἱπποτοξότας ἀπέπεμπε τιμήσας καὶ πρέσβεις πρὸς τὸν βασιλέα αὐτῶν ἔστελλε περὶ μείζονος συμμαχίας, ἣ μετὰ τὸ ἔργον ἀφικνουμένη Συρίαν τε καὶ πολλὰ τῶν ἐγγὺς ἐθνῶν μέχρι Ἰωνίας ἐπέδραμε καὶ ἀνεχώρησεν. αὐτὸς δὲ ὁ Κάσσιος τὸν μὲν ἀδελφιδοῦν ἐν Συρίᾳ μεθ᾽ ἑνὸς τέλους ἀπέλιπε, τοὺς δὲ ἱππέας προύπεμψεν ἐς Καππαδοκίαν, οἳ Ἀριοβαρζάνην τε ἄφνω κατέκανον ὡς ἐπιβουλεύοντα Κασσίῳ καὶ χρήματα πολλὰ τὰ ἐκείνου καὶ τὴν ἄλλην κατασκευὴν ἐς τὸν Κάσσιον ἐπανήγαγον.