[40] ἡγοῦντο δὲ Ῥωμαίων μὲν ὕπατοι Σέξστος τε Ἰούλιος Καῖσαρ καὶ Πόπλιος Ῥουτίλιος Λοῦπος: ἄμφω γὰρ ὡς ἐς μέγαν τε καὶ ἐμφύλιον πόλεμον ἐξῄεσαν, ἐπεὶ καὶ τὰς πύλας οἱ ὑπόλοιποι καὶ τὰ τείχη διὰ χειρὸς εἶχον ὡς ἐπ᾽ οἰκείῳ καὶ γείτονι μάλιστα ἔργῳ. τό τε ποικίλον τοῦ πολέμου καὶ πολυμερὲς ἐνθυμούμενοι ὑποστρατήγους τοῖς ὑπάτοις συνέπεμψαν τοὺς τότε ἀρίστους, ὑπὸ μὲν Ῥουτιλίῳ Γναῖόν τε Πομπήιον, τὸν πατέρα Πομπηίου τοῦ Μάγνου παρονομασθέντος, καὶ Κόιντον Καιπίωνα καὶ Γάιον Περπένναν καὶ Γάιον Μάριον καὶ Οὐαλέριον Μεσσάλαν, ὑπὸ δὲ Σέξστῳ Καίσαρι Πούπλιον Λέντλον, ἀδελφὸν αὐτοῦ Καίσαρος, καὶ Τίτον Δίδιον καὶ Λικίνιον Κράσσον καὶ Κορνήλιον Σύλλαν καὶ Μάρκελλον ἐπὶ τοῖσδε. τοσοίδε μὲν δὴ τοῖς ὑπάτοις διελόμενοι τὴν χώραν ὑπεστρατήγουν. καὶ πάντας ἐπεπορεύοντο οἱ ὕπατοι: καὶ αὐτοῖς οἱ Ῥωμαῖοι καὶ ἑτέρους ὡς ἐς μέγαν ἀγῶνα ἔπεμπον ἑκάστοτε. Ἰταλοῖς δ᾽ ἦσαν μὲν στρατηγοὶ καὶ κατὰ πόλεις ἕτεροι, κοινοὶ δ᾽ ἐπὶ τῷ κοινῷ στρατῷ καὶ τοῦ παντὸς αὐτοκράτορες Τίτος Λαφρήνιος καὶ Γάιος Ποντίλιος καὶ Μάριος Ἐγνάτιος καὶ Κόιντος Ποπαίδιος καὶ Γάιος Πάπιος καὶ Μᾶρκος Λαμπώνιος καὶ Γάιος Οὐιδακίλιος καὶ Ἕριος Ἀσίνιος καὶ Οὐέττιος Σκάτων, οἳ τὸν στρατὸν ὁμοίως μερισάμενοι τοῖς Ῥωμαίων στρατηγοῖς ἀντεκαθέζοντο καὶ πολλὰ μὲν ἔδρασαν, πολλὰ δ᾽ ἔπαθον. ὧν ἑκατέρων, ἐν κεφαλαίῳ φράσαι, τὰ ἀξιολογώτατα ἦν τοιάδε.