previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[37] Παῦλος, ἀδελφὸς Λεπίδου, τῶν λοχαγῶν αὐτὸν ὡς ἀδελφὸν αὐτοκράτορος αἰδουμένων, ἐπὶ ἀδείας ἐξέπλευσεν ἐς Βροῦτον καὶ ἐς Μίλητον μετὰ Βροῦτον: ὅθεν οὐδὲ εἰρήνης ὕστερον γενομένης καλούμενος ἐπανελθεῖν ἠξίωσε. Λεύκιον δέ, τὸν Ἀντωνίου θεῖον, Ἀντωνίου μήτηρ ἀδελφὸν ὄντα εἶχεν οὐδ᾽ ἐπικρύπτουσα, αἰδουμένων ἐς πολὺ καὶ τήνδε τῶν λοχαγῶν ὡς μητέρα αὐτοκράτορος. βιαζομένων δ᾽ ὕστερον ἐξέθορεν ἐς τὴν ἀγορὰν καὶ προκαθημένῳ τῷ Ἀντωνίῳ μετὰ τῶν συνάρχων ἔφη: ‘ἐμαυτήν, αὐτοκράτορ, μηνύω σοι Λεύκιον ὑποδεδέχθαι τε καὶ ἔχειν ἔτι καὶ ἕξειν, ἕως ἂν ἡμᾶς ὁμοῦ κατακάνῃς: τὰ γὰρ ὅμοια καὶ τοῖς ὑποδεδεγμένοις ἐπικεκήρυκται.’ δὲ αὐτὴν ἐπιμεμψάμενος ὡς ἀδελφὴν μὲν ἀγαθήν, μητέρα δὲ οὐκ εὐγνώμονα ῾οὐ γὰρ νῦν χρῆναι περισῴζειν Λεύκιον, ἀλλὰ κωλύειν. ὅτε σου τὸν υἱὸν εἶναι πολέμιον ἐψηφίζετὀ, παρεσκεύασεν ὅμως Πλάγκον ὑπατεύοντα κάθοδον τῷ Λευκίῳ ψηφίσασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: