previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[103] αὐτὸς δὲ ἤδη τέταρτον ὑπατεύων ἐπὶ τὸν νέον Πομπήιον ἐστράτευεν ἐς Ἰβηρίαν, ὅσπερ αὐτῷ λοιπὸς ἦν ἔτι πόλεμος ἐμφύλιος, οὐκ εὐκαταφρόνητος: τῶν τε γὰρ ἀρίστων ὅσοι διεπεφεύγεσαν ἐκ Λιβύης, ἐκεῖ συνέδραμον, καὶ στρατὸς μὲν ἐξ αὐτῆς Λιβύης τε καὶ Φαρσάλου τοῖς ἡγεμόσι συνῆλθεν, δὲ ἐξ Ἰβήρων τε καὶ Κελτιβήρων, ἔθνους ἀλκίμου καὶ χαίροντος ἀεὶ μάχαις. πολὺς δὲ καὶ δούλων ὅμιλος ἐστρατεύετο τῷ Πομπηίῳ: καὶ τέταρτον ἔτος εἶχον ἐν τοῖς γυμνασίοις καὶ γνώμην ἕτοιμον ἀγωνίσασθαι μετὰ ἀπογνώσεως. δὴ καὶ μάλιστα σφαλεὶς Πομπήιος οὐκ ἀνεβάλλετο τὴν μάχην, ἀλλ᾽ εὐθὺς ἐλθόντι τῷ Καίσαρι συνεμάχετο, καίτοι τῶν πρεσβυτέρων αὐτῷ παραινούντων ἐκ πείρας ὧν ἀμφί τε Φάρσαλον καὶ Λιβύην ἐπεπόνθεσαν, ἐκτρίβειν τῷ χρόνῳ τὸν Καίσαρα καὶ ἐς ἀπορίαν ὡς ἐν ἀλλοτρίᾳ γῇ περιφέρειν. δὲ Καῖσαρ ἧκε μὲν ἀπὸ Ῥώμης ἑπτὰ καὶ εἴκοσιν ἡμέραις, βαρυτάτῳ στρατῶ μακροτάτην ὁδὸν ἐπελθών: δέος δ᾽ οἷον οὐ πρότερον ἐνέπιπτεν αὐτοῦ τῷ στρατῷ κατὰ δόξαν τῶν πολεμίων τοῦ τε πλήθους καὶ ἀσκήσεως καὶ ἀπογνώσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: