[77] Σύλλας δ᾽ ἐπὶ φρονήματος ἐπέστέλλε τῇ βουλῇ περί τε αὑτοῦ καταλέγων, ὅσα περὶ Λιβύην ἐς Ἰογόρθαν τὸν Νομάδα ἔτι ταμιεύων ἢ ἐπὶ τοῖς Κιμβρικοῖς πρεσβεύων ἢ Κιλικίας ἡγούμενος ἢ ἐν τοῖς συμμαχικοῖς ἢ ὑπατεύων ἔπραξε, τὰ δ᾽ ἔναγχος ἐς Μιθριδάτην ὑπερεπαίρων τε μάλιστα καὶ καταλογιζόμενος αὐτοῖς ἀθρόως ἔθνη πολλά, ὅσα Μιθριδάτου γενόμενα Ῥωμαιοις ἀναλάβοι, καὶ οὐδενὸς ἧττον, ὅτι τοὺς ἐξελαθέντας ἐκ Ῥώμης ὑπὸ Κίννα καταφυγόντας ἐς αὑτὸν ὑποδέξαιτο ἀπορουμένους καὶ ἐπικουφίζοι τὰς συμφορὰς αὐτοῖς. ἀνθ᾽ ὧν ἔφη τοὺς ἐχθροὺς πολέμιον αὑτὸν ἀναγράψαι καὶ τὴν οἰκίαν ἀνασκάψαι καὶ τοὺς φίλους ἀνελεῖν, τὴν δὲ γυναῖκα καὶ τέκνα μόλις πρὸς ἑαυτὸν διαφυγεῖν. ἀλλ᾽ αὐτίκα καὶ τοῖσδε καὶ τῇ πόλει πάσῃ τιμωρὸς ἥξειν ἐπὶ τοὺς εἰργασμένους. τοῖς δ᾽ ἄλλοις πολίταις τε καὶ νεοπολίταις προύλεγεν οὐδενὶ μέμψεσθαι περὶ οὐδενός.
ὧν ἀναγινωσκομένων δέος ἅπαντας ἐπεῖχε, καὶ πρέσβεις ἔπεμπον, οἳ συναλλάξειν αὐτὸν τοῖς ἐχθροῖς ἔμελλον καὶ προερεῖν, εἴ τινος ἀσφαλείας δέοιτο, τῇ βουλῇ τάχιστα ἐπιστεῖλαι: τοῖς δ᾽ ἀμφὶ τὸν Κίνναν εἴρητο μὴ στρατολογεῖν, ἕστε ἐκεῖνον ἀποκρίνασθαι. οἱ δ᾽ ὑπέσχοντο μὲν ὧδε πράξειν, οἰχομένων δὲ τῶν πρέσβεων ἐς τὸ μέλλον ἑαυτοὺς ἀνεῖπον ὑπάτους αὐτίκα, τοῦ μὴ διὰ τὰ ἀρχαιρέσια θᾶττον ἐπανήκειν, καὶ τὴν Ἰταλίαν περιιόντες στρατιὰν συνῆγον, ἣν ἐς Λιβυρνίαν, ὡς ἐκεῖθεν ἀπαντήσοντες τῷ Σύλλᾳ, κατὰ μέρος ἐπὶ νεῶν διεβίβαζον.