previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[77] καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, Καίσαρι δὲ καὶ Πομπηίῳ διελύθησαν αἱ γενόμεναι σπονδαί, κατὰ μὲν αἰτίας, ὡς ὑπενοεῖτο, ἑτέρας, αἱ δὲ ἐς τὸ φανερὸν ὑπὸ τοῦ Καίσαρος ἐκφερόμεναι αἵδε ἦσαν. Πελοπόννησον Ἀντώνιος μὲν ἐδίδου Πομπηίῳ, κελεύων, ὅσα ἔτι ὤφειλον αὑτῷ Πελοποννήσιοι δόντα αὐτὸν ἀναδεξάμενον ἀποδώσειν παραλαβεῖν περιμεῖναι τὴν πρᾶξιν αὐτῶν. δὲ οὐκ ἐδέχετο μὲν ἐπὶ τοῖσδε τὴν χώραν, ἡγούμενος αὑτῷ σὺν τοῖς ὀφλήμασι δεδόσθαι: χαλεπαίνων δέ, ὡς Καῖσαρ ἔλεγεν, εἴτε ἐπὶ τούτοις εἴτε κατὰ γνώμην ἄπιστον εἴθ᾽ ὑπὸ ζήλου τῶν ἑτέρων μεγάλους στρατοὺς ἐχόντων εἴτε Μηνοδώρου διερεθίζοντος αὐτὸν ἀνοχὰς μᾶλλον βεβαίους σπονδὰς εἶναι νομίζειν, ναῦς ἄλλας ἐποιεῖτο καὶ ἐρέτας συνέλεγε καὶ τῷ στρατῷ ποτε ἐδημηγόρησε χρῆναι παντὸς οὕνεκα παρασκευάζεσθαι. λῃστήριά τε αὖθις ἀφανῆ τὴν θάλασσαν ἠνώχλει, καὶ μικρὸν οὐδὲν ἄκος τοῦ λιμοῦ γεγένητο Ῥωμαίοις, ὥστε ἐβόων οὐκ ἀπαλλαγὴν τῶν κακῶν, ἀλλ᾽ ἐπίληψιν τετάρτου τυράννου κατὰ σπονδὰς γεγονέναι. καὶ Καῖσάρ τινα λῃστήρια συλλαβὼν ἐβασάνιζεν, οἳ Πομπήιον σφᾶς ἔλεγον ἐπιπέμψαι: καὶ τάδε αὐτὰ Καῖσαρ τῷ δήμῳ προσέφερε καὶ ἐπέστελλεν αὐτῷ Πομπηίῳ. δὲ ἐξελογεῖτο μὲν ὑπὲρ τούτων, ἀντενεκάλει δὲ Πελοποννήσου χάριν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), SICI´LIA
    • Smith's Bio, Menas
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: