previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[20] καὶ πολλοὶ τοῦτο ἐς ἀλλήλους διελάλουν, ὅτι μόνον ἂν γένοιτο φάρμακον ἐπὶ τοῖς παροῦσι κακοῖς μόναρχος ἐξουσία, χρῆναι δ᾽ ἑλέσθαι δυνατὸν ὁμοῦ καὶ ἤπιον, ἐνσημαινόμενοι τὸν Πομπήιον, στρατιᾶς τε ἄρχοντα ἱκανῆς καὶ φιλόδημον εἶναι δοκοῦντα καὶ τὴν βουλὴν ἄγοντα διὰ τιμῆς, καὶ τὸν βίον ἐγκρατῆ καὶ σώφρονα, περί τε τὰς ἐντεύξεις εὐπρόσιτον ὄντα νομιζόμενον εἶναι. δὲ τὴν προσδοκίαν τήνδε λόγῳ μὲν ἐδυσχέραινεν, ἔργῳ δ᾽ ἐς αὐτὴν πάντα ἔπραττεν ἀφανῶς καὶ τὴν ἀσυνταξίαν τῆς πολιτείας καὶ ἀναρχίαν ἐπὶ τῇ ἀσυνταξίᾳ ἑκὼν ὑπερεώρα. Μίλωνός τε τὰ ἐς Κλώδιον ὑπηρετήσαντος αὐτῷ καὶ ἀρεσκομένου τῷ δήμῳ διὰ τὴν Κικέρωνος κάθοδον, ὑπατείαν ὡς ἐν καιρῷ παρὰ τήνδε τὴν ἀναρχίαν μετιόντος ἀποδιέτριβε τὰς χειροτονίας, μέχρι βαρυθυμῶν Μίλων, ὡς καὶ περὶ αὑτὸν ἀπίστου γιγνομένου τοῦ Πομπηίου, ἐς τὴν πατρίδα Λανούβιον ἐξῄει, ἣν Διομήδη φασὶν ἀλώμενον ἐξ Ἰλίου πρώτην ἐν τῇ Ἰταλίᾳ πόλιν οἰκίσαι, καὶ εἰσὶν ἀπὸ Ῥώμης ἐς αὐτὴν στάδιοι πεντήκοντα καὶ ἑκατόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: