[21] τούτων τοῖς πολλοῖς δυσχεράνας ὁ Καῖσαρ ἐς ὕβριν εἰρημένοις ἀπεχώρει, τὸν πατέρα ἀνακαλῶν θαμινὰ ἐξ ὀνόματος, καὶ τὴν οὐσίαν ἐς πρᾶσιν αὐτίκα προυτίθει πᾶσαν, ὅση κατὰ τὸν κλῆρον ἐγίγνετο αὐτοῦ, προτρέπων ἐπικουρεῖν οἱ τὸν δῆμον ἐκ τῆσδε τῆς σπουδῆς: φανερᾶς δὲ τῆς Ἀντωνίου πρὸς αὐτὸν ἔχθρας γενομένης καὶ τῆς βουλῆς ζήτησιν εὐθὺς εἶναι τῶν δημοσίων χρημάτων ψηφισαμένης, οἱ πολλοὶ ἔδεισαν ἐπὶ τῷ νέῳ Καίσαρι τῆς πατρῴας ἐς τοὺς στρατιώτας καὶ τὸν δῆμον εὐνοίας οὕνεκα καὶ τῆς νῦν ἐπὶ τῇ χορηγίᾳ δημοκοπίας καὶ περιουσίας, ἣ δὴ πάνυ αὐτῷ πολλὴ προσελθοῦσα οὐκ ἐδόκει τοῖς πλείοσιν αὐτὸν ἐν ἰδιώτου μέτρῳ καθέξειν, ἐπὶ δὲ Ἀντωνίῳ μάλιστα, μὴ τὸν Καίσαρα, νέον ἄνδρα καὶ ἔνδοξον καὶ πλούσιον, ἑταιρισάμενος ὑφ᾽ ἑαυτὸν εἶναι πρότερος ἅψαιτο τῆς Καίσαρος δυναστείας. οἱ δὲ καὶ τοῖς τότε γιγνομένοις ἐφήδοντο, ὡς καὶ τῶν ἀνδρῶν ἀλλήλοις ἐμποδὼν ἐσομένων καὶ τοῦ Καίσαρος πλούτου τῇ ζητήσει τῶν χρημάτων αὐτίκα διαλυθησομένου καὶ σφίσι τοῦ ταμιείου περιουσίας πλήρους ἐξ αὐτῆς ἐσομένου: τὰ γὰρ πολλὰ τῶν κοινῶν εὑρήσειν παρὰ Καίσαρι.