previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[70] Ἵρτιος δὲ ἐν Μουτίνῃ τῆς μάχης πυθόμενος, ἑξήκοντα στάδια ἀπεχούσης, ἵετο δρόμῳ μετὰ τοῦ ἑτέρου τέλους τῶν ἀπὸ Ἀντωνίου μεταστάντων. ἤδη τε ἦν ὀψία δείλη, καὶ οἱ νικήσαντες τῶν Ἀντωνίου παιανίζοντες ἐπανῄεσαν: καὶ αὐτοῖς Ἵρτιος ἀσυντάκτοις οὖσιν ἐπιφαίνεται συντεταγμένος ὁλοκλήρῳ τέλει καὶ ἀπαθεῖ. οἱ δὲ συνετάχθησαν μὲν αὖθις ὑπ᾽ ἀνάγκης, καὶ πολλὰ καὶ πρὸς τούσδε ἔργα λαμπρὰ ἐπεδείξαντο: οἷα δὲ ἀκμήτων ἡσσῶντο κεκμηκότες, καὶ τὸ πλεῖστον αὐτῶν μάλιστα τὸ ἔργον Ἱρτίου διέφθειρε, καίπερ οὐ διώκοντος αὐτοὺς ὑπὸ φόβου τῶν ἑλῶν, καὶ τῆς ἑσπέρας ἤδη μελαινομένης διέλυσεν αὐτούς. καὶ τὸ ἕλος ἐπὶ πλεῖστον ἐπεπλήρωτο ὅπλων τε καὶ νεκρῶν καὶ ἀνδρῶν ἡμιθνήτων καὶ τετρωμένων: οἱ δὲ καὶ ἐρρωμένοι σφῶν ὑπὸ τοῦ κόπου κατεφρόνουν. ἱππέες δὲ αὐτοὺς ἐξ Ἀντωνίου περιθέοντες, ὅσοι παρήσπιζον αὐτῷ, δι᾽ ὅλης τῆς νυκτὸς ἀνελέγοντο καὶ τοὺς μὲν ἀντὶ σφῶν αὐτῶν, τοὺς δὲ σὺν ἑαυτοῖς ἐπὶ τοὺς ἵππους ἀνετίθεντο τῆς οὐρᾶς ἀντεχομένους παρεκάλουν παρατροχάζειν καὶ βοηθεῖν σφίσιν ἐς τὴν σωτηρίαν. ὧδε μὲν Ἀντωνίῳ καλῶς ἀγωνισαμένῳ διέφθαρτο ἰσχὺς διὰ Ἵρτιον ἐπελθόντα. καὶ ηὐλίσατο ἐν κώμῃ παρὰ τὸ πεδίον ἀχαρακώτως: ἀγορὰ Κελτῶν κώμη καλεῖται. ἔπεσον δὲ τῶν μὲν ἄλλων ἀμφὶ τοὺς ἡμίσεας ἑκατέρων, καὶ στρατηγὶς Καίσαρος ἅπασα, Ἱρτίου δὲ ὀλίγοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: