[20] περὶ δὲ τῶν σῶν χρειῶν, ἐθέλοντα μέν σε ἐκ τῶν δημοσίων δανείσασθαι ἡγούμην ἂν εἰρωνείαν λέγειν, εἰ μὴ πιθανὸν ἦν ἔτι ἀγνοεῖν σε κενὰ πρὸς τοῦ πατρὸς ἀπολελεῖφθαι τὰ κοινὰ ταμιεῖα, τῶν προσόδων, ἐξ οὗ παρῆλθεν ἐπὶ τὴν ἀρχήν, ἐς αὐτὸν ἀντὶ τοῦ ταμιείου συμφερομένων καὶ εὑρεθησομένων αὐτίκα ἐν τῇ Καίσαρος περιουσίᾳ, ὅταν αὐτὰ ζητεῖν ψηφισώμεθα. ἄδικον γὰρ οὐδὲν τοῦτο ἐς τὸν Καίσαρα ἔσται, τεθνεῶτά τε ἤδη καὶ οὐκ ἂν εἰπόντα ἄδικον εἶναι, εἰ καὶ ζῶν ᾐτεῖτο τοὺς λογισμούς, ἐπεὶ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἀμφισβητοῦσί σοι καθ᾽ ἕνα τῆς οὐσίας οὐκ ἀδήριτον αὐτὴν ἔχων γνώσῃ. τῶν δὲ μετενεχθέντων πρός με χρημάτων οὔτε τὸ πλῆθός ἐστιν, ὅσον εἰκάζεις, οὔτε τι νῦν ἔστι παρ᾽ ἐμοί, πάντα τῶν ἐν ἀρχαῖς καὶ δυνάμει, πλὴν Δολοβέλλα καὶ τῶν ἐμῶν ἀδελφῶν νειμαμένων μὲν εὐθὺς ὡς τυράννου, δι᾽ ἐμὲ δὲ μετατεθέντων ἐς χάριν τῶν ὑπὲρ Καίσαρος ἐψηφισμένων, ἐπεὶ καὶ σὺ τὰ λοιπὰ φέρων οἴσεις ἀντὶ τοῦ δήμου τοῖς δυσχεραίνουσιν, ἂν σωφρονῇς. οἱ μὲν γὰρ ἐκπέμψουσιν, ἂν συμφρονῶσι, τὸν δῆμον ἐπὶ τὰς ἀποικίας: ὁ δὲ δῆμός ἐστιν, ὥσπερ καὶ σὺ τῶν Ἑλληνικῶν ἀρτιδίδακτος ὢν ἔμαθες, ἀστάθμητον ὥσπερ ἐν θαλάσσῃ κῦμα κινούμενον: ὁ μὲν ἦλθεν, ὁ δ᾽ ἀπῆλθεν. ᾧ λόγῳ καὶ τῶν ἡμετέρων αἰεὶ τοὺς δημοκόπους ὁ δῆμος ἐπὶ πλεῖστον ἐξάρας ἐς γόνυ ἔρριψε.