previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[44] Ῥουτιλίῳ μὲν δὴ διάδοχος ἐπὶ τὸ λοιπὸν τοῦ ἔτους οὐκ ἐγένετο, Σέξστου Καίσαρος οὐκ ἀγαγόντος σχολὴν διαδραμεῖν ἐπὶ ἀρχαιρέσια ἐς Ῥώμην: τῆς δ᾽ ὑπ᾽ αὐτῷ στρατιᾶς βουλὴ προσέταξεν ἄρχειν Γάιόν τε Μάριον καὶ Κόιντον Καιπίωνα. τούτῳ τῷ Καιπίωνι Κόιντος Ποπαίδιος ἀντιστράτηγος οἷά τις αὐτόμολος προσέφυγεν, ἄγων καὶ διδοὺς ἐνέχυρον δύο βρέφη δοῦλα, καθάπερ υἱεῖς, ἐσκευασμένα ἐσθῆσι περιπορφύροις: ἐς δὲ πίστιν ἔφερε καὶ μάζας ἐκ μολύβδου, χρυσῷ καὶ ἀργύρῳ περιβεβλημένας: καὶ ἐδεῖτο κατὰ σπουδὴν αὑτῷ τὸν Καιπίωνα ἕπεσθαι μετὰ τῆς στρατιᾶς ὡς καταληψόμενον αὑτοῦ τὸ στρατόπεδον ἔρημον ἔτι ἄρχοντος. Καιπίων μὲν δὴ πειθόμενος εἵπετο, Ποπαίδιος δὲ πλησίον τῆς ἐσκευασμένης ἐνέδρας γενόμενος ἀνέδραμεν ἔς τινα λόφον ὡς κατοψόμενος τοὺς πολεμίους καὶ σημεῖον αὐτοῖς ἐπῇρεν. οἱ δὲ ἐκφανέντες αὐτόν τε Καιπίωνα καὶ πολλοὺς σὺν αὐτῷ κατέκοψαν: καὶ τὸ λοιπὸν τῆς στρατιᾶς Καιπίωνος σύγκλητος Μαρίῳ προσέζευξεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: