[63] τοιάδε πολλὰ εἰπὼν ὁ Ἀντώνιος ἀντέγραφε τῷ δόγματι τῇ μὲν βουλῇ πεισθῆναι ἂν ἐς ἅπαντα ὡς πατρίδι, Κικέρωνι δὲ τῷ συγγράψαντι τὰς ἐντολὰς ὧδε ἀποκρίνεσθαι: ‘ὁ δῆμος ἔδωκέ μοι τὴν Κελτικὴν νόμῳ, καὶ Δέκμον ἀπειθοῦντα τῷ νόμῳ μετελεύσομαι καὶ τοῦ φόνου δίκας ἀπαιτήσω μόνον ὑπὲρ ἁπάντων, ἵνα καὶ ἡ βουλὴ καθαρεύσῃ ποτὲ τοῦ μύσους, ἐμπιπλαμένη νῦν διὰ Κικέρωνα Δέκμῳ βοηθοῦντα.’ τάδε μὲν ὁ Ἀντώνιος εἶπέ τε καὶ ἀντέγραψε, καὶ ἡ βουλὴ αὐτὸν αὐτίκα ἐψηφίζετο εἶναι πολέμιον καὶ τὸν ὑπ᾽ αὐτῷ στρατόν, εἰ μὴ ἀποσταῖεν αὐτοῦ: Μακεδονίας δὲ καὶ τῆς Ἰλλυρίδος αὐτῆς καὶ τῶν ἐν ἀμφοτέραις ὑπολοίπων στρατῶν Μᾶρκον Βροῦτον ἄρχειν, μέχρι κατασταίη τὰ κοινά. ὁ δὲ ἴδιόν τε εἶχεν ἤδη στρατὸν καὶ παρὰ Ἀπουληίου τινὰ προσειλήφει καὶ ναῦς εἶχε μακράς τε καὶ ὁλκάδας καὶ χρημάτων ἐς μύρια καὶ ἑξακισχίλια τάλαντα καὶ ὅπλα πολλά, ὅσα ἐν Δημητριάδι Γαΐῳ Καίσαρι ἐκ πολλοῦ γιγνόμενα εὗρεν: οἷς ἅπασιν αὐτὸν ἡ βουλὴ τότε ἐψηφίζετο ἐς τὰ συμφέροντα τῆς πατρίδος χρῆσθαι. ἐψηφίσαντο δὲ καὶ Κάσσιον ἄρχειν τε Συρίας καὶ πολεμεῖν Δολοβέλλᾳ: τούς τε ἄλλους, ὅσοι τινὸς ἔθνους ἢ στρατοῦ Ῥωμαίων ἄρχουσιν ἀπὸ τῆς Ἰονίου θαλάσσης ἐπὶ τὴν ἕω, πάντας ὑπακούειν ἐς ὅ τι προστάσσοι Κάσσιος ἢ Βροῦτος.