previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[40] μὲν οὕτως εἶπε καὶ εὐθὺς ἔπεμπε τρεῖς ἐπιλεξάμενος ἐκ τῶν ἀρίστων: δὲ πληθὺς ἀνῴμωζον, οἱ μὲν ἑαυτῶν χάριν, οἱ δὲ τοῦ στρατηγοῦ, γνώμῃ μὲν ὁμοῦ σφισιν ἀρίστου καὶ δημοκρατικοῦ φανέντος, ὑπὸ δ᾽ ἐσχάτης ἀνάγκης ἡττημένου. οἱ δὲ τρεῖς ἐντυχόντες τῷ Καίσαρι ἀνεμίμνῃσκον τοῦ γένους τῶν στρατῶν ἑνὸς ἑκατέροις ὄντος καὶ στρατειῶν ὁμοῦ γενομένων καὶ φιλίας τῶν ἐπιφανῶν καὶ ἀρετῆς προγόνων οὐκ ἐς ἀνήκεστον τὰς διαφορὰς προαγαγόντων: ὅσα τε εἰκὸς ἦν ἄλλα ἐπαγωγά, τούτοις ὅμοια, ἔλεγον. δὲ Καῖσαρ εἰδὼς τῶν πολεμίων τοὺς μὲν ἀπειροπολέμους ἔτι, τοὺς δὲ κληρούχους γεγυμνασμένους ἔφη τεχνάζων τοῖς ὑπ᾽ Ἀντωνίῳ στρατευσαμένοις διδόναι τὴν ἀμνηστίαν, ὡς χάριν ἐκείνῳ φέρων, τοὺς δ᾽ ἄλλους ἐπιτρέπειν σφᾶς ἑαυτῷ προσέτασσεν. ταῦτα μὲν εἶπεν ἅπασιν ἰδία δὲ ἕνα τῶν τριῶν ἀπολαβών, Φούρνιον, ἐς μείζονα φιλανθρωπίαν ἐπήλπισε τοὺς περὶ Λεύκιον καὶ τοὺς ἄλλους χωρὶς τῶν ἰδίων ἐχθρῶν ἑαυτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: