[31] γιγνομένων δὲ τούτων Λέπιδος ἐπὶ Ἴβηρσιν ἐθριάμβευε, καὶ προυτέθη διάγραμμα οὕτως ἔχον: ‘ἀγαθῇ τύχῃ προειρήσθω πᾶσι καὶ πάσαις θύειν καὶ εὐωχεῖσθαι τὴν ἡμέραν τὴν παροῦσαν: ὃς δ᾽ ἂν μὴ φαίνηται ταῦτα ποιῶν, ἐν τοῖς προγεγραμμένοις ἔσται.’ ὁ μὲν δὴ τὸν θρίαμβον ἐς τὰ ἱερὰ ἀνῆγε, παραπεμπόντων αὐτὸν ἁπάντων μετὰ σχήματος ἱλαροῦ καὶ γνώμης δυσμενοῦς: τῶν δὲ προγεγραμμένων τὰ μὲν ἐν ταῖς οἰκίαις διεφορεῖτο, καὶ οὐ πολὺς ἦν ὁ τὰ χωρία ὠνούμενος, οἱ μὲν ἐπιβαρεῖν τοῖς ἠτυχηκόσιν αἰδούμενοι καὶ οὐκ ἐν αἰσίῳ σφίσι τὰ ἐκείνων ἔσεσθαι νομίζοντες οὐδὲ ἀσφαλὲς ὅλως χρυσίον ἢ ἀργύριον ἔχοντας ὁρᾶσθαι οὐδὲ τὰς ἐπικτήσεις νῦν ἀκινδύνους, πολὺ δὲ μᾶλλον τὰ ὄντα ἐπικίνδυνα. μόνοι δὲ οἱ διὰ θρασύτητα προσιόντες, ἅτε μόνοι, βραχυτάτου πάμπαν ὠνοῦντο. ὅθεν τοῖς ἄρχουσιν, ἐλπίσασιν ἐς τὰς τοῦ πολέμου παρασκευὰς τάδε ἀρκέσειν, ἐνέδει μυριάδων ἔτι δισμυρίων.