[125] καὶ τοῦ θορύβου Λέπιδος αἰσθόμενος ἐξέθορε τῆς σκηνῆς ἐπὶ τὰ ὅπλα. βολαί τε ἦσαν ἤδη, καὶ τῶν ὁπλοφόρων τις τῶν Καίσαρος ἔπιπτε, καὶ αὐτὸς ὁ Καῖσαρ ἐς τὸν θώρακα ἐβλήθη: τὸ δὲ βέλος οὐκ ἐξίκετο ἐπὶ τὸν χρῶτα, ἀλλὰ δρόμῳ διέφυγεν ἐπὶ τοὺς ἱππέας. Λεπίδου δέ τι φρούριον ἐπετώθασε τῷ δρόμῳ: καὶ οὐκ ἀνέσχεν ὁ Καῖσαρ ὑπὸ ὀργῆς, πρὶν ἐξελεῖν αὐτὸ σὺν τοῖς ἱππεῦσι καὶ καθελεῖν. ἑτέρων δ᾽ αὖ φρουρίων ἡγεμόνες, οἱ μὲν αὐτίκα, οἱ δὲ νυκτός, μετετίθεντο ἐκ Λεπίδου πρὸς Καίσαρα, οἱ μὲν ἄνευ τινὸς πείρας, οἱ δὲ καὶ ἐς ὑπόκρισιν ὑπὸ ἱππέων μικρὰ ἐνοχληθέντες. εἰσὶ δ᾽ οἳ τὰς προσβολὰς ἔτι ὑπέμενον καὶ ἀπεκρούοντο: καὶ γὰρ ὁ Λέπιδος περιέπεμπεν ἐς πάντα ἐπικούρους: καὶ αὐτῶν δὲ τῶν ἐπικούρων μεθισταμένων ἡ λοιπὴ τοῦ Λεπίδου στρατιά, καὶ εἴ τις εὔνους ἔτι ἦν, ἐτρέπετο τῇ γνώμῃ. καὶ πρῶτοι μὲν αὖθις οἱ Πομπηιανοί, ὅσοι ἔτι ἦσαν παρ᾽ αὐτῷ, μετεπήδων κατὰ μέρη: Λεπίδου δὲ ἐς κώλυσιν αὐτοῖς τοὺς ἑτέρους ἐφοπλίσαντος, οἳ ἐπὶ κώλυμα τῶν ἄλλων ὁπλισάμενοι τὰ ἑαυτῶν ἐπήγοντο σημεῖα καὶ σὺν τοῖς ἑτέροις ἐχώρουν πρὸς τὸν Καίσαρα. Λέπιδος δ᾽ αὐτοῖς ἀπιοῦσιν ἠπείλει καὶ ἐδεῖτο καὶ τῶν σημείων εἴχετο καὶ οὐ μεθήσειν ἔλεγε, μέχρι τῶν φερόντων αὐτά τις εἶπε μεθήσειν ἀποθανόντα καὶ δείσας μεθῆκεν.