[83] ὧδε δὲ εἶχε καὶ τὰ περὶ Πομπήιον. νεώτερος ὢν ὅδε τῶν Μάγνου Πομπηίου παίδων ὑπερώφθη μὲν τὰ πρῶτα ὑπὸ Γαΐου Καίσαρος περὶ Ἰβηρίαν, ὡς οὐδὲν μέγα διὰ νεότητα καὶ ἀπειρίαν ἐργασόμενος, καὶ ἠλᾶτο περὶ τὸν ὠκεανὸν λῃστεύων σὺν ὀλίγοις καὶ λανθάνων, ὅτι εἴη Πομπήιος. πλεόνων δὲ ἐς τὸ λῃστεύειν αὐτῷ συνιόντων χείρ τε ἦν ἤδη καρτερὰ καὶ ἐξεφαίνετο Πομπήιος ὤν. καὶ αὐτίκα, ὅσοι τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ στρατιῶται γεγονότες ἠλῶντο, ὡς ἐς οἰκεῖον ἡγεμόνα συνέτρεχον, καὶ Ἀραβίων ἐκ Λιβύης ἀφίκετ᾽ αὐτῷ, ἀφῃρημένος τὰ πατρῷα, ὥς μοι προείρηται. ὧδε δὲ αὐτῷ πλήθους γενομένου, ἔργα τε ἦν ἤδη λῃστηρίου δυνατώτερα καὶ ὄνομα τοῦ Πομπηίου ἀνὰ ὅλην τὴν Ἰβηρίαν, εὐρυτάτην ἐθνῶν οὖσαν, περιθέοντός τε καὶ μεθιπταμένου καὶ ἐς χεῖρας οὐχ ὑπομένοντος ἐλθεῖν τοῖς ἡγουμένοις αὐτῆς ὑπὸ Γαΐῳ Καίσαρι. ὧν ὁ Γαίος πυνθανόμενος ἔπεμπε σὺν στρατῷ πλέονι Καρρίναν ἐκπολεμήσοντα Πομπήιον. ὁ δὲ καὶ τούτῳ, κουφότερος ὤν, ἐπεφαίνετο ἄφνω καὶ ἀφιπτάμενος ἠνώχλει καὶ πόλεις ἤδη τινὰς ᾕρει βραχυτέρας τε καὶ μείζους.