[54] ταῦτ᾽ ἔτι τοῦ Κικέρωνος λέγοντος οἱ φίλοι θορυβοῦντες ἀπαύστως οὐδενὶ ἀντειπεῖν ἐπέτρεπον, μέχρι Πείσωνος αὐτοῦ παρελθόντος ἥ τε ἄλλη βουλὴ κατ᾽ αἰδῶ τοῦ ἀνδρὸς ἡσύχασε καὶ οἱ τοῦ Κικέρωνος ἠνέσχοντο. καὶ ἔλεγεν ὁ Πείσων:
ὁ μὲν νόμος, ὦ βουλή, δικαιοῖ τὸν εὐθυνόμενον αὐτὸν ἀκοῦσαί τε τῆς κατηγορίας καὶ ἀπολογησάμενον ὑπὲρ αὑτοῦ κρίνεσθαι: καὶ τὸν δεινότατον εἰπεῖν Κικέρωνα ἐς ταῦτα προκαλοῦμαι. ἐπεὶ δὲ ὀκνεῖ μὲν παρόντος Ἀντωνίου κατηγορεῖν, ἀπόντος δ᾽ ἐγκλήματά τινα εἶπεν ὡς μέγιστα ἐκ πάντων καὶ ἀναμφίλογα ὄντα, παρῆλθον ἐγὼ δείξων αὐτὰ ψευδῆ βραχυτάταις ἀποκρισεσι. τὰ χρήματά φησιν Ἀντώνιον τὰ κοινὰ μετὰ τὴν Καίσαρος τελευτὴν σφετερίσασθαι, τοῦ μὲν νόμου τὸν κλέπτην οὐ πολέμιον ἀποφαίνοντος, ἀλλὰ ὡρισμένῃ δίκῃ ζημιοῦντος, Βρούτου δὲ τοῦ Καίσαρα κτείναντος ἐν τῷ δήμῳ καὶ τόδε κατηγορήσαντος, ὅτι ὁ Καῖσαρ τὰ χρήματα διεφόρησε καὶ κενὰ καταλέλοιπε τὰ ταμιεῖα, Ἀντωνίου δὲ μετ᾽ οὐ πολὺ ζητεῖν αὐτὰ ψηφισαμένου καὶ ὑμῶν ἀποδεξαμένων τε τὴν γνώμην καὶ κεκυρωκότων καὶ γέρας τοῖς μηνύουσι δεκάτην ὑπεσχημένων, ἣν διπλασιάσομεν ἡμεῖς, εἴ τις Ἀντώνιον περὶ αὐτῶν ἔχοι τι διελέγχειν.