previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[45] αὐτὸς δ᾽ ἐπιλεξάμενος ἐκ πάντων στρατηγίδα σπεῖραν ἀνδρῶν ἀρίστων τά τε σώματα καὶ τὸν τρόπον ὥδευεν ἐς Ῥώμην ὡς ἐκεῖθεν ἐπὶ τὸ Ἀρίμινον ὁρμήσων. ἐσῄει δὲ ἐς τὴν πόλιν σοβαρῶς, τὴν μὲν ἴλην πρὸ τοῦ ἄστεως στρατοπεδεύσας, τοὺς δ᾽ ἀμφ᾽ αὑτὸν ἔχων ὑπεζωσμένους καὶ τὴν οἰκίαν νυκτοφυλακοῦντας ἐνόπλους: συνθήματά τε αὐτοῖς ἐδίδοτο, καὶ αἱ φυλακαὶ παρὰ μέρος ἦσαν ὡς ἐν στρατοπέδῳ. συναγαγὼν δὲ τὴν βουλὴν ὡς μεμψόμενος Καίσαρι περὶ τῶν πεπραγμένων, ἐσιὼν ἤδη μανθάνει τῶν τεσσάρων τελῶν τὸ καλούμενον Ἄρειον κατὰ τὴν ὁδὸν ἐς Καίσαρα μετατεθεῖσθαι. καὶ αὐτῷ τὴν εἴσοδον ἐπισχόντι τε καὶ διαποροῦντι ἀγγέλλεται καὶ τὸ καλούμενον τέταρτον ὁμοίως τοῖς Ἀρείοις ἐς Καίσαρα μετατεθεῖσθαι. διαταραχθεὶς οὖν εἰσῆλθε μὲν ἐς τὸ βουλευτήριον, ὡς δ᾽ ἐφ᾽ ἕτερα αὐτοὺς συναγαγὼν μικρὰ διελέχθη καὶ εὐθὺς ἐπὶ τὰς πύλας ἐχώρει καὶ ἀπὸ τῶν πυλῶν ἐπὶ Ἄλβην πόλιν ὡς μεταπείσων τοὺς ἀποστάντας. βαλλόμενος δ᾽ ἀπὸ τοῦ τείχους ἀνέστρεφε καὶ τοῖς ἄλλοις τέλεσι προσέπεμπεν ἀνὰ πεντακοσίας δραχμὰς ἑκάστῳ, καὶ σὺν οἷς εἶχεν αὐτὸς ἐς Τίβυρον ἐξῄει, σκευὴν ἔχων τὴν συνήθη τοῖς ἐπὶ τοὺς πολέμους ἐξιοῦσι: καὶ γὰρ ἤδη σαφὴς ἦν πόλεμος, Δέκμου τὴν Κελτικὴν οὐ μεθιέντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: