[92] μετὰ δὲ τοῦτο Φαρνάκης μὲν ἀγαπῶν ἐς τὴν ἀρχὴν Βοσπόρου, τὴν δεδομένην οἱ παρὰ Πομπηίου, συνέφυγεν: ὁ δὲ Καῖσαρ, οὐ σχολὴν ἄγων περὶ μικρὰ τρίβεσθαι τοσῶνδε πολέμων αὐτὸν περιμενόντων, ἐς τὴν Ἀσίαν μετῆλθε καὶ παροδεύων αὐτὴν ἐχρημάτιζε ταῖς πόλεσιν ἐνοχλουμέναις ὑπὸ τῶν μισθουμένων τοὺς φόρους, ὥς μοι κατὰ τὴν Ἀσιανὴν συγγραφὴν δεδήλωται. πυθόμενος δ᾽ ἐν Ῥώμῃ στάσιν εἶναι καὶ Ἀντώνιον τὸν ἵππαρχον αὑτοῦ τὴν ἀγορὰν στρατιᾷ φυλάσσειν, πάντα μεθεὶς ἐς Ῥώμην ἠπείγετο. ὡς δ᾽ ἦλθεν, ἡ μὲν στάσις ἡ πολιτικὴ κατεπαύετο, ἑτέρα δ᾽ ἐπ᾽ αὐτὸν ἀνίστατο τοῦ στρατοῦ, ὡς οὔτε τὰ ἐπηγγελμένα σφίσιν ἐπὶ τῷ κατὰ Φάρσαλον ἔργῳ λαβόντες οὔτε ἐννόμως ἔτι βραδύνοντες ἐν τῇ στρατείᾳ: ἀφεθῆναί τε πάντες ἐπὶ τὰ αὑτῶν ἠξίουν. ὁ δ᾽ ἐπηγγέλλετο μὲν αὐτοῖς ἀόριστά τινα ἐν Φαρσάλῳ, καὶ ἕτερα ἀόριστα, ὅταν ὁ ἐν Λιβύῃ πόλεμος ἐκτελεσθῇ: τότε δ᾽ ἔπεμπεν ἄλλας ὁρίζων ἑκάστῳ χιλίας δραχμάς. οἱ δὲ αὐτὸν οὐχ ὑπισχνεῖσθαι μᾶλλον ἢ αὐτίκα διδόναι πάντα ἐκέλευον: καὶ περὶ τῶνδε Σαλούστιον Κρίσπον πεμφθέντα πρὸς αὐτοὺς ὀλίγου καὶ διέφθειραν, εἰ μὴ διέφυγε. πυθόμενος δ᾽ ὁ Καῖσαρ τέλος μὲν ἄλλο στρατιωτῶν, οἳ τὴν πόλιν ἐξ Ἀντωνίου παρεφύλασσον, περιέστησε τῇ οἰκίᾳ καὶ ταῖς τῆς πόλεως ἐξόδοις, δείσας περὶ ἁρπαγῆς: αὐτὸς δέ, πάντων δεδιότων καὶ παραινούντων αὐτῷ τὴν ὁρμὴν τοῦ στρατοῦ φυλάξασθαι, μάλα θρασέως αὐτοῖς ἔτι στασιάζουσιν ἐς τὸ Ἄρειον πεδίον ἐπῆλθεν οὐ προμηνύσας καὶ ἐπὶ βήματος ὤφθη.