[23] ταῦτα μὲν δὴ καὶ ἀδελφῶν δείγματα: Λιγάριον δὲ ἡ γυνὴ κρύπτουσα μίαν ἐς τὸ ἀπόρρητον ἐπηγάγετο θεράπαιναν, προδοθεῖσα δὲ ὑπ᾽ αὐτῆς εἵπετο τῇ κεφαλῇ τοῦ ἀνδρὸς φερομένῃ βοῶσα: ‘ἐγὼ τοῦτον ὑπεδεξάμην, τὰ δ᾽ ὅμοια τοῖς ὑποδεξαμένοις ἐστὶν ἐπιτίμια.’ καὶ οὐδενὸς αὐτὴν οὔτε ἀναιροῦντος οὔτε μηνύοντος, αὐτάγγελος ἐς τοὺς ἄρχοντας ἦλθε καθ᾽ ῾εαυτῆς, κἀκείνων αὐτὴν διὰ τὴν φιλανδρίαν ὑπεριδόντων, ἑαυτὴν ἀπέκτεινε λιμῷ. καὶ τῆσδε μὲν ἐνθάδε ἐπεμνήσθην, ὅτι τὸν ἄνδρα περισῴζουσα ἀπετύγχανέ τε καὶ συνεξήγαγεν ἑαυτήν: ὅσαι δὲ ἐπέτυχον τῆς φιλανδρίας, ἐν τοῖς περισωθεῖσι τῶν ἀνδρῶν ἀναγράψω. ἕτεραι δὲ ἀθεμίστως ἐπεβούλευσαν τοῖς ἀνδράσιν. καὶ αὐτῶν ἐστιν, ἣ Σεπτιμίῳ μὲν ἐγεγάμητο, ὑπὸ δέ τινος Ἀντωνίῳ φίλου διεφθείρετο: ἐπειγομένη δὲ ἐκ μοιχείας ἐς γάμον ἐδεήθη διὰ τοῦ μοιχεύοντος αὐτὴν Ἀντωνίου, καὶ ὁ Σεπτίμιος αὐτίκα τοῖς πίναξι προσετέθη. καὶ μαθὼν ἐς τῆς γυναικὸς ὑπ᾽ ἀγνοίας τῶν οἴκοι κακῶν ἔφευγεν. ἡ δὲ ὡς φιλοφρονουμένη τὰς θύρας ἐπέκλεισε καὶ ἐτήρει τὸν ἄνδρα, ἕως οἱ σφαγεῖς παρεγένοντο: καὶ τῆς αὐτῆς ἡμέρας οἱ μὲν ἐκεῖνον ἀνῄρουν, ἡ δὲ ἔθυε γάμους.