[51] Κικέρων δὲ ὁ Κικέρωνος προαπέσταλτο μὲν ὑπὸ τοῦ πατρὸς ἐς τὴν Ἑλλάδα, τοιάδε ἔσεσθαι προσδοκῶντος: ἀπὸ δὲ τῆς Ἑλλάδος ἐς Βροῦτον καὶ μετὰ Βροῦτον ἀποθανόντα ἐς Πομπήιον ἐλθὼν τιμῆς παρ᾽ ἑκατέρῳ καὶ στρατηγίας ἠξιοῦτο. ἐπὶ δὲ ἐκείνοις αὐτὸν ὁ Καῖσαρ ἐς ἀπολογίαν τῆς Κικέρωνος ἐκδόσεως ἱερέα τε εὐθὺς ἀπέφηνε καὶ ὕπατον οὐ πολὺ ὕστερον καὶ Συρίας στρατηγόν: καὶ τὴν Ἀντωνίου περὶ Ἄκτιον συμφορὰν ἐπισταλεῖσαν ὑπὸ τοῦ Καίσαρος ὁ Κικέρων ὅδε ὑπατεύων ἀνέγνω τε τῷ δήμῳ καὶ προύθηκεν ἐπὶ τοῦ βήματος, ἔνθα πρότερον ἡ τοῦ πατρὸς αὐτοῦ προύκειτο κεφαλή. Ἄππιος δὲ διένειμε τοῖς θεράπουσιν τὰ ὄντα καὶ μετ᾽ αὐτῶν ἐς Σικελίαν ἔπλει. χειμῶνος δὲ ἐπιλαβόντος ἐπιβουλεύοντες οἱ θεράποντες τοῖς χρήμασιν ἐς σκάφος ἐνέθεντο τὸν Ἄππιον, ὡς ἐς ἀσφαλεστέραν ἐλπίδα μεταφέροντες. καὶ συνέβη τῷ μὲν ἐκ παραλόγου διαπλεῦσαι, τοῖς δὲ ἀπολέσθαι τῆς νεὼς διαλυθείσης. Πούπλιος δὲ ὁ ταμίας Βρούτου, τῶν ἀμφὶ τὸν Ἀντώνιον αὐτὸν πειθόντων προδοῦναι Βροῦτον οὐκ ἀνασχόμενος, διὰ τόδε καὶ προεγράφη. καὶ κατήχθη καὶ Καίσαρι φίλος ἐγίγνετο καὶ ἐπιόντι ποτὲ τῷ Καίσαρι προύθηκεν εἰκόνας Βρούτου καὶ ἐπῃνέθη καὶ ἐπὶ τῷδε ὑπὸ τοῦ Καίσαρος.